[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXIV.
[234] ΟΛΥΜΠΙΑΝΩΙ
Τὸ πυκτίον ὅπερ εἴληφας παρ' ἡμῶν, τὰς Ἀριστοτέλους Ἐπιστολάς, ἠδυνάμην μὲν μὴ ἀνακομίσασθαι, ἀλλὰ παρὰ σοὶ μένειν ἐᾶσαι, λογίῳ τε δῶρον οἰκεῖον καὶ φιλίας ὑπόμνημα δεξιόν. Ὡς ἂν δὲ μὴ γραφὴν ἀπενέγκῃς καθ' ἡμῶν τῆς εἰς ἀρχὴν παρανομίας καὶ ὕβρεως, ὡς καὶ ῥήτωρ δεινότατος καὶ δικαστὴς ἄριστος, ὅτι διαφθείρειν ἐπιχειροῦμεν δικαστὴν οὕτως ἀνάλωτον καὶ παντὸς ὑψηλότερον λήμματος, ἡκέτω πάλιν ὃ δεδώκαμεν. Μισθὸν δὲ ἐπιζητοῦμεν παρὰ τῆς σῆς λογιότητος ἄλλο μὲν οὐδὲν (τί γὰρ ἂν καὶ δοίης ἡμῖν τὸ μηδὲν ἔχειν φιλοσοφοῦσιν;), αὐτὸ δὲ τὸ ἐπιστέλλειν, ἵνα σοι καὶ πρὸς λόγον ᾖ τὸ τῆς ἀντιδόσεως, τὴν ἐπὶ ταῖς Ἐπιστολαῖς χάριν δι' ἐπιστολῶν διαλύοντι.