ἐγνωρίζετο λόγοις. 7.48 Καὶ γὰρ ἦν εἴπερ τις ἄλλος βραχυλογώτατος, οὔτε ἀθρόον ἐφιεὶς τῇ γλώττῃ, οὔτε ἐνδεῶς γνωρίζων τὰ τῆς ψυχῆς ἐνθυμήματα, ἀλλ' ὥσπερ οἱ χαρακτηρίζοντες τὸν Λυσίαν, φημὶ δὲ τὸν τοῦ Κεφάλου τὸν ῥήτορα, ἄλλην τε αὐτῷ ἀρετὴν λόγου προσμαρτυροῦσιν, εἶτα δὴ καὶ τὴν πρέπουσαν ἡνίαν τῇ ἐκείνου ἐπιβάλλουσιν εὐστομίᾳ, καί φασιν ὡς δυναμένῳ λέγειν, ἤρκει εἰρηκότι τὰ καιριώτατα δι' ὧν ἄν τις συλλογίσαιτο καὶ ὅσα μὴ φθέγξαιτο, οὕτω δὴ κἀκείνῳ ἡ γλῶττα ψεκάζουσα, οὐχ ὑετίζουσα ἐπίαινέ τε τὴν δεκτικὴν φύσιν καὶ ἠρέμα τὸ βάθος εἰσδῦσα πρὸς τὴν τοῦ σιωπηθέντος ἀνεκίνει ἐπίγνωσιν· ἐβούλετο γὰρ μηδενὶ ἁλωτὸς ἐν λόγοις γενήσεσθαι, μηδὲ, βασιλεὺς ὢν καὶ τοῖς ὅλοις κρατῶν, ἄκαιρόν τινα φιλοτιμίαν ἐντεῦθεν ἑαυτῷ πλάσασθαι. 7.49 Ὅθεν τὸ μὲν φιλολογεῖν ἡμῖν ἀφῆκε τοῖς κάτω καὶ ὅσοις ἰδιώτης ὁ βίος, ἐκείνῳ δὲ καὶ νεῦμα, καὶ χειρὸς κίνησις, καὶ κεφαλῆς ἐπὶ θάτερα κλίσις ἀποχρῶντα πάντα πρὸς ὃ βούλοιτο ἐλογίζετο. Νόμους δὲ οὐ πάνυ τι ἐπιστά μενος, τὴν νομοθετικὴν ἑαυτῷ ἐσχεδίαζεν· οὐ γὰρ προλαμ βάνων τὴν δίαιταν, ἀλλ' ἐπιτάττων αὐτὴν τοῖς δικάζουσι τῆς κρείττονος μερίδος ἐγίγνετο, εἶτα δὴ ὡς προειδὼς, προΐστατό τε ταύτης καὶ τὰς ψήφους ἐπήνεγκεν· ἵνα δὲ μὴ τὴν φωνὴν σολοικίσῃ τὰς νομικὰς φωνὰς ἐπισημαινό μενος, τοῦτο μὲν ἑτέροις ἐπέτρεπεν, ἀεὶ δέ τι ἢ προσετίθει ὡς λεῖπον τοῖς γράμμασιν, ἢ ἀφῄρει ὡς περιττόν. 7.50 Πρεσβείαις δὲ χρηματίζων οὐ πάσαις μὲν ἶσος ἐγνώριστο, ἀπὸ δὲ τοῦ κρείττονος πάσαις ὡμίλει σχήματος, καὶ μᾶλλον ἦν ἐνταῦθα τοῖς λόγοις πλημμυρῶν ἢ ὁ Νεῖλος ἀναβαίνων τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀσσυρίοις ὁ Εὐφρά της ἐπικαχλάζων· καὶ τὴν μὲν εἰρήνην αἰτουμένοις ἐδίδου, τὸν δὲ πόλεμον ἠπείλει εἴ τί που παρανομῆσαι τολμήσαιεν· καὶ ταῦτα μὲν πρὸς Πάρθους καὶ Αἰγυπτίους ἐφθέγγετο, τοῖς δὲ λοιποῖς ἔθνεσιν πόλεών τε ἐκείνῳ παραχωροῦσι πολλῶν καὶ στρατιωτικῶν τάξεων, αὐτῶν τε πατρίδων καὶ αὐτίκα μετασκηνοῦν αἱρουμένοις, ταῦτά τε <οὐ> ξυνεχώρει καὶ ἡσυχάζειν ἐπέταττεν, οὐ τῇ Ῥωμαίων βασκαίνων ἡγε μονίᾳ τῶν ταύτης ὁρίων αὐξανομένων, ἀλλ' εἰδὼς ὡς δεῖ ταῖς τοιαύταις προσθήκαις καὶ χρημάτων πολλῶν καὶ γεν ναίας χειρὸς, καὶ ἀποχρώσης ὑποδοχῆς, καὶ τοῖς μὴ οὕτως ἔχουσιν ἡ πρόσθεσις ὑφαίρεσις γίνεται. Τοῖς δέ γε πολλοῖς τῶν ἡγεμονίας ἐχόντων βαρβάρων, ὁπόσα αὐτὸς ἐντυγχάνων ἀκήκοα, καὶ ἀνανδρίαν ἐπωνείδιζε καὶ ὡς ἀμελῶς τῶν ἡγε μονιῶν ἔχοιντο κατῃτιᾶτο τούτους, ὤρθου τε αὐτοῖς καταπεπτωκυίας τὰς γνώμας· τοῦτο δὲ ἐποίει ἵν' ἐπιτεί χισμα ἔχοι πρὸς τὴν βασιλείαν τῶν κρειττόνων ἐθνῶν. 7.51 Ταῦτα δὲ αὔταρκες μὲν ἐκείνῳ ἐγκώμιον· εἰ δέ τις ἡγοῖτο καὶ πρὸς τὸ μέλλον διδασκαλία, ἀρέσκοι ἂν ὁ πόνος τῷ ξυγγραφεῖ. Εἰ μὲν οὖν ὥσπερ ἐν τοῖς ἄλλοις ἠρέμα βαδίζων καὶ προχωρῶν ἐπὶ τὸ βέλτιον τὸ κράτος ἀπηύθυ νεν, οὕτω δὴ κἂν τοῖς πολιτικοῖς πράγμασι πονήρως ἔχουσιν ἐποιεῖτο τὴν κάθαρσιν, λεπτύνων πρότερον τὴν παχυνθεῖσαν κακίαν καὶ οὕτως ἐπάγων τὸ φάρμακον, αὐτός τε ἂν μέχρι παντὸς ἐγκωμίοις κατέστεπτο, καὶ τὸ πολιτικὸν οὐκ ἂν διασέσειστο σῶμα· ἀλλ' ἐκεῖνος μεταποιῆσαι πάντα βουλό μενος, καὶ χρόνοις πολλοῖς τὴν Ῥωμαϊκὴν βασιλείαν ὑλο μανήσασαν σπεύδων εὐθὺς ἐκτεμεῖν, ἢ καθαπερεὶ σῶμα τερατείας πάσης μεστὸν, κεφαλαῖς μὲν διαμεμερισμένον πολλαῖς, δυστράχηλόν τε καὶ πολυτράχηλον, χερσί τε οὐκ εὐαριθμήτοις διαπεπλασμένον, καὶ ποσὶν ἰσαρίθμοις χρώ μενον, εἶτα δὴ καὶ τὰ ἔνδον ὕπουλον καὶ κακόηθες, καὶ τὰ μὲν διεξῳδηκὸς, τὰ δὲ φθίνον, καὶ τοῦτο μὲν ὑδεριοῦν, τοῦτο δὲ φθινάδι νόσῳ διαρρυὲν, ἐπιχειρήσας ἀποτεμεῖν ἀθρόον, καὶ