ὑπεξελεῖν μὲν τὰς περιττότητας, ἐπαγαγεῖν δὲ τὰς ἰσότητας, καὶ τὰ μὲν καθελεῖν, τὰ δ' ἐπαυξῆσαι, τά τε σπλάγχνα ἰάσασθαι, ἐμπνεῦσαί τε τούτῳ πνεῦμα φυσίζωον, οὔτε πρὸς τέλος ἐξήρκεσε, καὶ οὐ πάνυ τι ἐντεῦθεν ἶσος ἑαυτῷ ἔδοξεν· ἵνα δὲ μὴ συγκεχυμένος ἡμῖν ὁ λόγος φανείη, ἐρῶμεν πρότερον ὅπως ἡμῖν τὸ τῆς πολιτείας ἐπερίττευσε σῶμα, εἶτα δὴ καὶ ὅπως ἐκεῖνος ἐκτέμνειν ἐπικεχείρηκε, καὶ τρίτον ὡς ἐντεῦθεν ἐκείνῳ οὐ πάντα ἀπήντησε δεξιῶς, ἐφ' οἷς ἐπενεγκὼν ὅπως ἀποβεβήκει τῆς βασιλείας ὅρον τῇ ξυγγραφῇ θήσομαι. 7.52 Μετὰ τὸν θάνατον Βασιλείου τοῦ πάνυ, λέγω δὲ τὸν τοῦ Ῥωμανοῦ παῖδα, ὃς δὴ ἐς τριγονίαν τὴν βασιλείαν ἀνέφερεν, ὁ τούτου μὲν νεώτερος παῖς, ἀδελφὸς δὲ ἐκείνου, τὴν βασιλείαν παραλαβὼν πολλῶν χρημάτων ἀνάπλεω, ὁ γάρ τοι ἀδελφὸς Βασίλειος μακροὺς ἐπιβιώσας χρόνους τῷ κράτει καὶ ὅσους οὐκ ἄλλος τῶν αὐτοκρατόρων, ἐθνῶν τε πολλῶν ἐγκρατὴς γεγονὼς καὶ τὸν ἐκεῖθεν πλοῦτον εἰς τὰ βασίλεια εἰσενεγκὼν, πολυπλασίους τε τὰς ἐπιγινομένας εἰσόδους τῶν ἀπογιγνομένων πεποιηκὼς, τῶν ἐντεῦθεν ἀπιὼν θησαυροὺς ἀμυθήτους χρημάτων καταλελοίπει τῷ ἀδελφῷ Κωνσταντίνῳ· οὗτος δὲ εἰς βαθὺ γῆρας τὴν αὐτο κράτορα ἡγεμονίαν ἀναζωσάμενος, ἐκ πολλοῦ τε ταύτης ἐρῶν, οὔτε στρατεύειν ἐπικεχείρηκε καὶ τοῖς εὑρημένοις προστίθεσθαι, οὔτε τὰ ὄντα διαφυλάττειν διανενόητο· ἐπὶ δὲ τὸν ἀπολαυστικὸν ὡρμηκὼς βίον, σπαθᾶν πάντα καὶ ἀναλί σκειν διέγνωκε, καὶ εἰ μὴ ταχὺ τοῦτον ὑπεξεῖλεν ὁ θάνατος, ἤρκεσεν ἂν ἀντὶ πάντων εἰς τὴν τοῦ κράτους διαφθοράν. 7.53 Οὗτος μὲν δὴ πρώτως τὸ σῶμα τῆς πολιτείας κακοῦν τε καὶ ἐξογκοῦν ἤρξατο, τὰ μὲν ἐνίους τῶν ὑπηκόων χρήμασι καταπιάνας πολλοῖς, τὰ δὲ ἀξιώμασι διογκώσας καὶ ὕπουλον αὐτοῖς καὶ διεφθαρμένην τὴν ζωὴν καταστή σας· ἐπεὶ δὲ οὗτος ἐτεθνήκει, καὶ ὁ ἐκείνου κηδεστὴς Ῥωμανὸς τὴν ἀρχὴν διεδέξατο, ἄρξαι νομίσας οὗτος, τῆς ἐν πορφύρᾳ γέννας ἤδη ἀποτελευτησάσης, θεμελίους ὥσπερ καλοὺς τῆς τοιαύτης γενέσεως ᾤετο καταβάλλεσθαι, καὶ ἵνα δὴ καὶ τὸ πολιτικὸν γένος καὶ ἡ στρατιωτικὴ πληθὺς τὰς ἐγγενεῖς διαδοχὰς ἑτοίμως τε καὶ ἱλαρῶς ὑποδέξαιντο, προλαμβάνει τὰς εἰς αὐτοὺς μεγαλοδωρεὰς, καὶ προστίθησι τῷ περιττεύσαντι σώματι, καὶ αὐξάνει τὴν νόσον, καὶ τὸ διαφθειρόμενον καταπληροῖ ἐκκεχυμένης πιότητος, καὶ διαμαρτάνει δυοῖν, τῆς τε περὶ τὸ γένος ὑπολήψεως καὶ τοῦ τὴν πολιτείαν τεταγμένην ἀπολιπεῖν. 7.54 Ἐπεὶ δὲ τούτου τὴν ζωὴν τελευτήσαντος εἰς τὸν Μιχαὴλ ἡ τῆς βασιλείας μετῆλθε διαδοχὴ, τὸ μὲν πολὺ τῶν νοσοποιῶν ὁ ἀνὴρ οὗτος ἐπέσχεν, οὐ μέντοι γε τοσοῦτον ἐξίσχυσεν ὥστε τολμῆσαι μηδὲ τὸ βραχύτατον ἐκλιπᾶναι τὸ εἰωθὸς σῶμα χυμοῖς ἐκτρέφεσθαι πονηροῖς καὶ διεφθαρμέ ναις ἐξογκοῦσθαι τροφαῖς, ἀλλὰ καὶ οὗτος, εἰ καὶ γλίσχρως, προσέθετο γοῦν τῇ πιότητι· ἦ γὰρ ἂν ἐτεθνήκει αὐτίκα, μηδὲ κατὰ βραχὺ τοὺς προηγησαμένους μιμησάμενος αὐτο κράτορας· ἀλλ' εἰ μὲν διεβίω πλείω οὗτος ἔτη τῷ κράτει, ἐμεμαθήκεσαν ἄν ποτε τὸ ὑπήκοον τὴν φιλόσοφον δίαιταν· οὐκ ἦν δὲ ἄρα μὴ διαρραγήσεσθαί ποτε τούτους εἰς ἄκρον εὐεξίας ἐκπιανθέντας. 7.55 Ταχὺ τοιγαροῦν καὶ τούτου δὴ τοῦ βασιλέως ἀποβεβιωκότος, ἵνα δὴ τὸν ἀνεψιὸν παραλίπω, ὡς ἀθλίως μὲν βεβασιλευκότα, ἀθλιώτερον δὲ τοῦ κράτους ἀποβεβη κότα, Κωνσταντῖνος ὁ Εὐεργέτης (οὕτω γὰρ παρὰ τοῖς πλείοσι κατωνόμασται), φημὶ δὲ τὸν Μονομάχον, εἰς τὴν τοῦ κράτους περιωπὴν ἄνεισιν· ὃς δὴ ὥσπερ τινὰ φορτίδα ναῦν τὴν πολιτείαν καταλαβὼν ἄχρι τοῦ τελευταίου ζωστῆ ρος τὸν φόρτον ἔχουσαν, ὡς βραχύ τι ὑπερκεῖσθαι τῆς τῶν κυμάτων ἐπιρροῆς, περιχειλῆ πεποιηκὼς κατεβάπτισεν, ἢ, ἵνα δὴ ἐναργέστερον εἴπω ὁμοῦ δὲ καὶ πρὸς τὴν προτέραν ἐπανέλθω τροπὴν, πλεῖστα περιθεὶς μέρη καὶ μέλη τῷ πάλαι διαφθαρέντι σώματι, καὶ χυμοὺς πονηροτέρους τοῖς