[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXVII.
[237] ΜΑΚΕΔΟΝΙΩΙ
Οὐκ ἄπληστοι περὶ τὸ πάσχειν εὖ παρὰ τῶν φίλων ἡμεῖς, εἰ καὶ σὺ πρὸς τὸ ποιεῖν ἄφθονος: διὰ τοῦτό σοι τὸν ψάλτην ἀπεπεμψάμην κατὰ τὰ συγκείμενα, βέλτιστόν τε ἄλλως ὄντα (ὅσον ἐν βραχεῖ χρόνῳ καταμαθεῖν) καί σοι κεχαρισμένον ἴσως διὰ τὴν ψαλμῳδίαν ὑπόμνησιν ἔχουσαν ἀεὶ Θεοῦ καὶ τῆς σωτηρίας. Εἰ δὲ καὶ πάλιν εὐεργετήσεις ἡμᾶς, ἡνίκα ἂν ᾖ τοῦτό σοι φίλον καὶ καιρὸς φαίνηται, ποιήσεις ἄμεινον, καὶ μᾶλλόν τι τῆς σῆς τοῦτο φιλίας.