[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXVIII.
[238]
Τῇ εὐλαβεστάτῃ καὶ διὰ πάντα κεκοσμημένῃ ἐν Χριστῷ ἀδελφότητι τῇ κατὰ Σανναβοδάην τοῦ μακαρίου Λευκαδίου ἐν μονάζουσι καὶ παρθένοις ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, Γρηγόριος ἐν Κυρίῳ χαίρειν.
Τὸ μὲν γενόμενον κατ' οἰκονομίαν Θεοῦ, εὐχαριστίας οὐ δακρύων ὑπόθεσίς ἐστι τοῖς γε νοῦν ἔχουσι, τὸ ἔξωθεν τοῦ σταδίου γενέσθαι τὸν ἀθλητὴν μετὰ τῆς καλῆς ἀγωνίας ἧς ἠγωνίσατο καὶ παραληφθῆναι παρὰ τοῦ ἀγωνοθέτου, ὥστε ἀπολαβεῖν τὸν τῆς δικαιοσύνης στέφανον καὶ πλεονάσαι δι' ἑαυτοῦ τὸν τῶν ἀγγέλων χορόν. Πάντα ταῦτα καὶ τὰ τοιαῦτα χαρᾶς καὶ εὐφροσύνης ἀφορμὴ τοῖς πρὸς τὴν ἀλήθειαν βλέπουσι κατὰ τὸ Εὐαγγέλιον γίνεται. Ἐπειδὴ δὲ συνήθειά τις ἐκράτησεν ὥστε καὶ σκυθρωπάζειν ἐπὶ τῇ μεταστάσει τῶν ἁγίων καὶ τῆς παρὰ τῶν ἀγαπητῶν παρακλήσεως ἀξιοῦσθαι, τούτου ἕνεκεν σκυθρωπὸν μέν τι καὶ κατηφὲς οὔτε λαλῆσαι καταδεχόμεθα, οὔτε ὑμῖν συμβουλεύομεν ὑποσχεῖν τὰς ἀκοὰς τοῖς τοιούτοις τῶν λόγων, τὴν δὲ χρεωστουμένην παράκλησιν ἀποπληροῦμεν ἐν τῷ συμβουλεῦσαι τῇ κοσμιότητι ὑμῶν ἀεὶ πρὸς ἐκεῖνον βλέπειν διὰ τοῦ πρὸς ἀλλήλους ὁρᾶν: τοῦτο γὰρ εὐχόμεθα ἕκαστον καὶ ἑκάστην τῷ βίῳ τοῦ μακαρίου μορφωθῆναι, ὥστε ὅταν ἀλλήλους ὁρᾶτε πληροφορεῖσθαι ὑμᾶς, ὅτι τῷ ἐκείνου χαρακτῆρι ἐνατενίζετε. Μορφούτω τὴν ζωὴν ὑμῶν τὸ ἐκείνου καθαρόν, τὸ ἀόργητον, ἡ ταπεινοφροσύνη, ἡ ἐνεργὴς φιλοσοφία, τὸ ἀεὶ πρὸς τὸν Θεὸν συντεταμένην τὴν ψυχὴν ἔχειν, τὸ μὴ πρὸς τὰς ἀπάτας τοῦ βίου τούτου ἐμμετεωρίζεσθαι: ἵνα ταῦτα ἐν ἀλλήλοις βλέποντες τὸ ἐκείνου μνημόσυνον ἐν ἑαυτοῖς ζωγραφήσητε, καὶ οὔτε ἐκεῖνος οὔτε ὑμεῖς ἐν θανάτῳ γενήσεσθε. Ἐν γὰρ τῷ ὑμετέρῳ βίῳ κἀκεῖνος ζῶν διαπαντὸς ἐπιδειχθήσεται, καὶ ὑμεῖς διὰ τῆς ἀγαθῆς πολιτείας τῆς τοῦ θανάτου κοινωνίας ἀλλοτρίους ἑαυτοὺς καταστήσετε. Ἐρρωμένους ὑμᾶς, ψυχῇ καὶ σώματι προκόπτοντας, ἐν τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος ὁ Κύριος σκεπάζοι μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς.