σπλά γχνοις εἰσενεγκὼν, τοῦ μὲν κατὰ φύσιν ἀπήνεγκε, καὶ τῆς ἡμέρου καὶ πολιτικῆς ζωῆς ἀπεστέρησεν, ἐξέμηνε δὲ μικροῦ δεῖν καὶ ἀπεθηρίωσε, πολυκεφάλους καὶ ἑκατόγχει ρας τοὺς πλείους τῶν ὑπὸ χεῖρα πεποιηκώς. Μεθ' ὃν ἡ βασι λὶς Θεοδώρα γνησιώτερον αὐταρχήσασα, ἔδοξε μὲν μὴ πάνυ τι ἀποθηριῶσαι τὸ καινὸν τουτὶ ζῷον, ἀλλ' οὖν καὶ αὐτὴ λεληθότως καὶ χεῖράς τινας καὶ πόδας τούτῳ προσέθετο. 7.56 Καταλυθείσης δὲ καὶ τῆς περὶ ταύτην σκηνῆς, ἐπειδὴ τῷ πρεσβύτῃ Μιχαὴλ ἡ τῆς βασιλείας ἐνεχειρίσθη ἡνία, οὐκ ἐνεγκὼν οὗτος τὴν ξυγκίνησιν τοῦ βασιλικοῦ ἅρματος, τῶν ἵππων εὐθὺς τοῦτον ὑφαρπασάντων, τό τε θέατρον διέθηκεν ἀτακτότερον, καὶ αὐτὸς ὑπερεκπλαγεὶς τὸν θόρυβον, τῆς ἱππικῆς ἀποβεβηκὼς τάξεως ἔστη μετὰ τῶν ψιλῶν· δέον γὰρ ἀντέχειν καὶ μὴ πάνυ τι ἀφεῖναι τὸν χαλινὸν, ὁ δ' ὥσπερ ἀποζωννυμένῳ ἐῴκει τὸ κράτος καὶ εἰς τὴν προτέραν παλινδρομοῦντι ζωήν. 7.57 Ὁ μὲν οὖν πρῶτος καιρὸς οὗτος, ὃς δὴ θῆρας τοὺς πλείους ἀντ' ἀνθρώπων πεποιηκὼς καὶ τοσοῦτον ὑπερ πιάνας, ὡς δεῖσθαι φαρμάκων καθαρσίων πολλῶν, τὴν ἑτέραν ἐζήτει διαδοχὴν, φημὶ δὴ τὴν τῆς τομῆς καὶ τοῦ καυτῆρος καὶ τῆς καθάρσεως, ἐπανεληλύθει τοιγαροῦν καὶ οὗτος, καὶ ὁ Κομνηνὸς Ἰσαάκιος ἐπὶ τὸν Ῥωμαϊκὸν ἄνεισι μετὰ τοῦ διαδήματος ἄξονα, καὶ ἵνα δὴ καὶ τοῦτον τῇ διὰ τῶν ἀλλη γοριῶν ἐναργείᾳ κατανοήσωμεν, νῦν μὲν εἰς ἡνίοχον θεί ημεν, νῦν δὲ τοῖς ἀσκληπιάδαις καταριθμήσωμεν. 7.58 Ἦν δὲ οὗτος βίου μὲν ἐραστὴς φιλοσόφου, καὶ τὸ νοσοῦν ἅπαν καὶ διεφθαρμένον ἀποστρεφόμενος τῆς ζωῆς, τοῖς ἐναντίοις δὲ περιτυχὼν, καὶ νοσοῦντα πάντα καὶ ὕπουλα εὑρηκὼς, τούς τε βασιλείους ἵππους τῆς ἀφετη ρίας ταχὺ διεκθέοντας καὶ πάντη ἑτερογνάθους καὶ δυση νίους, δέον ἐκείνως μὲν τὸν καιρὸν ἀναμεῖναι καὶ τῆς τομῆς καὶ τῆς καύσεως καὶ μὴ εὐθὺς πεπυρακτωμένον τὸν σίδηρον ἐπιθεῖναι τοῖς σπλάγχνοις, οὕτως δὲ ἠρέμα χαλινῷ καταρ τῦσαι τὸ ὄχημα καὶ μεταθεῖναι τοὺς ἵππους, παραψαῦσαί τε τεχνικῶς καὶ περιποππύσαι, καὶ οὕτως ἐπιβῆναι καὶ τῇ ἡνίᾳ ἐφεῖναι, ὥσπερ δὴ ὁ τοῦ Φιλίππου εὐήνιον τὸν Βουκέ φαλον πεποίηκεν, ὁ δὲ βουλόμενος ἀθρόον εὐθυφορούμενον μὲν ἰδεῖν τὸ πρότερον, εἴς τε τὴν φυσικὴν ζωὴν τὸ παρὰ φύσιν γεγενημένον σῶμα μετενεχθῆναι, καὶ τοῦτο μὲν καίων καὶ τέμνων, τοὺς δέ γε ἀτάκτως θέοντας ἵππους πολλοῖς χαλινοῖς ἀνείργων καὶ ἀνασειράζων, ἔλαθέ πως διαφθαρεὶς πρότερον ἢ ἐκεῖνα τάξας καὶ καταστήσας. Τῆς μὲν οὖν ἐγχειρήσεως οὐ διαβάλλω τὸν ἄνδρα, ἐπεγκαλῶ δὲ τούτῳ τὸν καιρὸν τῆς διαμαρτίας· ἀλλ' ὁ μὲν τρίτος ἡμᾶς ἀνα μεινάτω καιρὸς, τῷ δὲ δευτέρῳ πλατύτερον ἐμφιλοχωρή σωμεν. 7.59 Τῶν γὰρ ἄνω βασιλέων, ὥς μοι πολλάκις εἴρηται, τοὺς βασιλικοὺς θησαυροὺς εἰς τὰς οἰκείας ἀπαντλούντων ἐπιθυμίας, ταῖς τε δημοσίοις συνεισφοραῖς οὐκ εἰς στρα τιωτικὰς συντάξεις ἀποχρωμένων, ἀλλ' εἰς πολιτικὰς χάριτας καὶ λαμπρότητας, τέλος δὲ καὶ ὅπως ἂν αὐτοῖς τὸ σῶμα τελευτήσασι λαμπρότερον ἐκκομισθείη καὶ κατατεθείη πολυτελέστερον, μνήματα κατασκευασάντων Φρυγίου λίθου ἢ Ἰταλοῦ, ἢ Προικοννησίας πλακὸς, οἴκοις ταῦτα περιῳκο δομηκότων καὶ ναοῖς τιμησάντων, ἄλση τε καταφυτευσάν των, παραδείσοις τε καὶ λειμῶσι πέριξ περιεστεφανωκότων τοὺς ὅρους, εἶτα δὴ δεῆσαν αὐτοῖς χρήμασί τε καὶ κτήμασι κατευδαιμονίσαι τὰ ἀσκητήρια (τοῦτο γὰρ δὴ τὸ ὄνομα ταῖς οἰκοδομαῖς ἐσχεδίαζον), τὰ μὲν τὰ τῶν ἀνακτόρων ἀποκενούντων ταμεῖα, τὰ δὲ τὰς δημοσίους ἀκρωτηριαζόν των τῶν κοινῶν συνεισφορῶν ἀφορμὰς, καὶ οὐ τὴν ἀποχρῶ σαν μόνον συντέλειαν τοῖς ἀσκητηρίοις (λεγέσθω γὰρ οὕτως) ἀποταξάντων, ἀλλὰ καταδιελόντων τὸν βασίλειον πλοῦτον, τὸν μὲν εἰς ἀπολαυστικὸν βίον, τὸν δὲ εἰς λαμπρό τητας καινοτέρων