[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXIX.
[239] ΕΠΙΦΑΝΙΩΙ
Νόμῳ προκαλοῦμαι νόμον, τὸν κελεύοντα τιμᾶσθαι πατέρας τῷ κελεύοντι διδάσκεσθαι παῖδας. Νῦν μὲν οὖν ἐξηγοῦμαί σοι πρὸς τὰ κάλλιστα καὶ οἷον δεξιὰν φιλίας δέχου τὰ γράμματα. Εἰ δὲ ἀντεπιθείης καὶ πολλάκις τοῦτο ποιεῖν βουληθείης, ἴσως ποιήσεις καὶ γέροντα αἰχμητήν, οὐδὲν τοῦ Νέστορος ἀγεννέστερον.