οἰκοδομῶν, τὸν δὲ ὅπως ἂν οἱ μὲν ἀργοὶ τὰς φύσεις καὶ πρὸς τὸν συντελείας κόσμον ἀσυντελεῖς τρυφῷεν καὶ τὸ τῆς ἀρετῆς ἀτιμάζοιεν πρᾶγμα καὶ ὄνομα, ὁ δὲ στρατιωτικὸς σύλλογος ἐκκενοῖτο καὶ διαφθείροιτο, ὁ βασιλεῦς οὗτος, ἅτε δὴ τῶν στρατιωτικῶν καταλόγων τὰ πρῶτα τυγχάνων, ἐκ πολλῶν προειδὼς ὅθεν ἡ τῶν Ῥωμαίων ἡγεμονία καταπεφρόνηται, καὶ τὰ μὲν τῶν ἐθνῶν ηὔξηται, τὰ δὲ πάντα <ἡμέτερα> ὑπέρρευσε, καὶ οὐδεὶς τῶν πάντων ἀνείργειν δεδύνηται βαρβάρων ἐπιδρομὰς καὶ λῃστείας, ἐπειδὴ οἷ ἡ παρὰ τῆς βασιλείας προσεγένετο δύναμις, τὰς ἀφορμὰς εὐθὺς ἀπορριζοῖ τῶν κακῶν. Καὶ τοῦτο μὲν ἄξιον βασιλείου φρονήματος, τὸ δ' ἀθρόως πάντα συνελεῖν ἐπικε χειρηκέναι, οὐ πάνυ τι ἐν ταῖς ἐπαινουμέναις τίθεμαι πράξεσιν· ὃ δ' οὖν ἐκεῖνος ἐπεπράχει ὁ λόγος ἱστορησάτω. 7.60 Πρῶτα μὲν γὰρ ἑαυτῷ τὴν βασιλείαν ἁρμόσας, ἀφ' οὗ δὴ περιεστεφάνωτο, καὶ οὕτως τὴν τυραννίδα μετο νομάσας, τὴν ἐντεῦθεν τοῦ πρεσβύτου Μιχαὴλ πρᾶξιν ἠθέτηκεν, ἀφείλετό τε ἅπερ ἐκεῖνος δεδώρητο, καὶ καθεῖλεν εἴ τι φιλότιμον κατεπράξατο· ἔπειθ' οὕτω κατὰ βραχὺ ἀνιὼν, ὑπεράλλεται καὶ τουτονὶ τὸν καιρὸν, καὶ πολλὰ μὲν αὐτῷ κἀνταῦθα συντρίβει καὶ καθαιρεῖ, οὐκ ὀλίγα δὲ παντά πασιν ἀναιρεῖ· ἐντεῦθεν τό τε δημοτικὸν πλῆθος ἀπεχθά νεται αὐτῷ, καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγον τι μέρος, ὅσοις τὰς εὐπορίας ἐξέκοψεν. Ἐπεὶ δὲ ταῦτα ἐπεποιήκει, οὐδὲ βραχύ τι ἀνανεύσας τῶν ἐνθυμημάτων, ὥσπερ οἱ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἀναλύοντες, ἐπὶ τὰ πορρωτέρω χωρεῖ, ἐπισυνάπτων ἀλλήλοις τῶν βασιλείων τὰ πέρατα, καὶ οὕτω κατὰ τὸ συνεχὲς ἐπιὼν πάντα καὶ λυμαινόμενος. Οὕτω τοιγαροῦν ἀνιὼν καὶ τοὺς πυρφόρους τοῖς ἀνῃρημέ νοις προστίθησι· περικρούεται γὰρ τὰ πλείω τῶν ἀποτετα γμένων τοῖς ἐκείνων ναοῖς, καὶ ταῦτα εἰς τὴν δημοσίαν θεὶς σύνταξιν, ἐκείνοις τὸ ἀποχρῶν συλλογίζεται, ἐπαληθεύσας αὐτοῖς τοῦ ἀσκητηρίου τὸ ὄνομα· ἐπεποιήκει δὲ τοῦτο, ὥσπερ ἂν εἴ τις ψάμμον τινὰ ὑφέλοι ἐκ θαλαττίας θινὸς, ἐπικεχείρηκε γὰρ, καὶ ἀψοφητὶ τὸ πᾶν ἐγεγόνει, οὐδένα γὰρ τῶν πάντων ἀνθρώπων τεθέαμαι οὔτε τηλικαύταις ἐπιβο λαῖς λογισμοῦ χρώμενον, οὔτε ἠρέμα τὰς τοιαύτας ἐνθυμή σεις καταπραττόμενον. 7.61 Τοῦτο μὲν οὖν τηνικαῦτα ἐξέπληξε τοὺς πολλοὺς, εἶτα <δὴ> διωμαλίζετο ταῖς τῶν πλειόνων ψυχαῖς· ἀπολογία γὰρ αὐτάρκης τοῖς διαβάλλειν ἐθέλουσι τὴν πρᾶξιν ὁ δημό σιος καθειστήκει· καὶ ἔδοξεν ἂν τὸ πρᾶγμα θαυμάσιον, εἰ ὥσπερ ἐκ πελάγους ἀνανήξας βραχύ τι ἀνέπνευσεν· ἀλλ' οὗτος οὐκ εἰδὼς προσορμίζεσθαι, οὐδὲ μικρόν τι ἐλλι μενίζειν, ἕτερον αὖθις ἐθάρρησε πέλαγος, καὶ πάλιν ἄλλο, καὶ μετὰ τοῦτο μεῖζον καὶ φρικωδέστατον, ὥσπερ οὐ πολι τικὰς πράξεις διακυμαίνων, ἀλλὰ τὴν Αὐγέου κόπρον ἀνα καθαίρων. 7.62 Ὃ γοῦν πολλάκις εἰρήκειν, εἰ ταῖς πράξεσιν ὁ βασιλεὺς οὗτος καιροὺς ἀφωρίζετο, καὶ τὸ μέν τοι καθῄρει, τὸ δὲ τέως ξυνεχώρει ἵστασθαι, καὶ αὖθις τοῦτο διῄρει, καὶ μετὰ τὴν τομὴν ἀναπνέων ἑτέρῳ πάλιν ἐπεχείρει, καὶ οὕτω λανθάνων τοῦ κακοῦ τὴν ἀναίρεσιν προΐει κατὰ βραχὺ, ὥσπερ δὴ καὶ ὁ παρὰ Πλάτωνι δημιουργὸς, παραλαβὼν καὶ οὗτος τὸν τῆς πολιτείας κόσμον, πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν τε ἂν ἐκ τῆς ἀταξίας μετήγαγεν καὶ κόσμον ὡς ἀληθῶς τοῖς πράγμασιν εἰσεποίησεν· ἀλλ' ὁ μὲν Θεὸς τῷ δημαγωγῷ Μωϋσῇ εἰσῆκται ἐν ἓξ ἡμέραις τὸν κόσμον δημιουργῶν, ἐκεῖνος δὲ εἰ μὴ αὐθημερὸν πάντα ποιή σειεν, οὐκ ἀνεκτὸν ἐλογίζετο· τοσοῦτον αὐτῷ τὸ περιὸν ἦν τῆς ἐφ' ὅ τι προθυμηθείη ὁρμῆς, καὶ οὐδὲν αὐτὸν τῶν πάντων ἐπεῖχεν, οὐ λόγος εἰσηγούμενος τὰ βελτίω, οὐχ ὁ περὶ τοῦ μέλλοντος φόβος, οὐ τὸ παρὰ τῶν πολλῶν μῖσος, οὐκ ἄλλο τι τῶν εἰωθότων καταστέλλειν οἰδοῦσαν ψυχὴν καὶ ἐπηρμένον φρόνημα καθελεῖν· εἰ γάρ τις αὐτὸν κατήρτυε χαλινὸς, πᾶσαν μὲν ἐκ περιόδου τὴν