[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXLI.
[241] ΑΒΟΥΡΓΙΩΙ
Διᾴττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατ' ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια τῷ στρατιωτικῷ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. Εὐχόμεθα δὲ τῷ Θεῷ κατὰ λόγον μέν σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προελθεῖν ἀξίωμα καὶ φανῆναί ποτε τῇ πατρίδι σου, ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. Τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.