οἰκουμένην διέδραμεν, πάσαις δὲ νίκαις κατέστεπτο, καὶ οὐδεὶς ἂν αὐτῷ τῶν ἀνέ καθεν αὐτοκρατόρων ἀντήρισεν· ἀλλὰ τὸ ἄφετον, ἀλλὰ τὸ τοῦ ἐπιστατοῦντος ἀπαράδεκτον λογισμοῦ, τὸ γενναῖον ἐκείνου διέφθειρε φρόνημα. 7.63 Τὰς μὲν οὖν πολιτικὰς πράξεις οὑτωσί πως διεκύμαινε καὶ ἐτάραττεν· ἐβούλετο δὲ καὶ τοὺς ἑῴους καὶ ἑσπερίους βαρβάρους κατὰ ταὐτὸ συνελθεῖν· οἱ δ' ἄρα καὶ ἐπεφρίκεισαν, καὶ τὴν πρώτην νεωτερίσαντες, ἐπειδὴ τὴν τοῦ ἀνδρὸς γνώμην ἐμεμαθήκεσαν, τάς τε ἐφόδους κατ έλυον, καὶ τειχίον ἐζήτουν ὑφ' ὃ κρυβήσονται· ὁ δέ γε Πάρθος σουλτὰν, ὃς δὴ κινῆσαι πάντα τετόλμηκε, μικροῦ δεῖν τοῖς ἀναποδισμοῖς χρώμενος καὶ μηδαμοῦ στηρίζων, μηδέ τινα ἐπέχων σταθμὸν, ὕπαυγός τε τὸ παραδοξότατον ἐγεγόνει καὶ οὐδενὶ τῶν πάντων ἐδείκνυτο· ὅ τε τῆς Αἰγύπτου τὴν ἀρχὴν ἔχων καὶ νῦν ἔτι τὸν ἄνδρα πεφόβηται καὶ προκαταλαμβάνει τοῖς ἐγκωμίοις, καὶ μεταβαλόντα τὴν τύχην ὥσπερ ἀπολοφύρεται· τοσαῦτα γὰρ αὐτῷ καὶ ἡ ὄψις καὶ ὁ λόγος ἐδύνατο, ὁπόσα χεῖρες πόλεις τε πολλὰς κατα σκάψασαι καὶ τείχη καθελοῦσαι μυρίανδρα. 7.64 Ἐβούλετο δὲ μηδ' ὁτιοῦν τῶν πάντων ἠγνοη κέναι· ἐπεὶ δὲ τοῦτο τῶν ἀδυνάτων ἐγνώκει, ἑτέρῳ τρόπῳ ἐθήρα τὸ πρᾶγμα, καὶ τὸν εἰδότα μετακαλούμενος, ἐπυνθά νετο μὲν περὶ ὧν ἠγνόει οὐδὲν, τοῖς δὲ λόγοις περιελίττων τὸν ἄνδρα, ἐποίει τὸ ἀγνοούμενον ἐξειπεῖν ὥσπερ τι τῶν κοινῶν διηγούμενον. Κἀμὲ γοῦν οὕτω πολλάκις ἐθήρασεν, ἐπεὶ δὲ τεθάρρηκα ἅπαξ αὐτῷ τὸ ἀπόρρητον ἐξειπεῖν, ὁ δὲ κατηφής τε ἐγεγόνει καὶ ὥσπερ ἐλεγχθεὶς ἠρυθρίασε· τῶν γὰρ ἐλέγχων οὐ μόνον τοὺς δημοσίους, ἀλλὰ καὶ τοὺς τεχνι κοὺς, φρονήματος πλήρης ὢν, ἀπεστρέφετο. 7.65 Ἀμέλει τοι καὶ τὸν πατριάρχην Μιχαὴλ ἅπαξ πρὸς αὐτὸν παρρησιασάμενον καὶ θρασυτέρᾳ χρησάμενον τῇ φωνῇ, τότε μὲν ἀφῆκεν ἐπισχὼν αὑτῷ τὸν θυμὸν, εἶτα δὴ ἀπόρρητον τῇ ψυχῇ κατ' αὐτοῦ περιελίξας ἐνθύμημα ἀπροσδοκήτως τε ἀναρρήγνυσι, καὶ ὡς οὐδέν τι καινοτομῶν ἐξάγει τε τῆς Πόλεως καὶ ὅροις κολάζει περιγράπτοις, ἐφ' οἷς δὴ καὶ ἀπέθετο τὴν ζωήν. Ἀλλὰ τοῦτο μὲν ὅπως ἐπέπρακτο μακροῦ λόγου δεόμενον ἀναβάλλομαι νῦν· εἰ γάρ τις βούλοιτο ἀμφοῖν διαιτᾶν, τὸν μὲν τῆς ἀρχῆς καταιτιά σαιτο, τὸν δὲ τῆς τελευτῆς ἐπιμέμψαιτο καὶ ἐπεὶ τοῦτον ὥσπερ ἐπωμάδιον ἄχθος ἀπεφορτίσατο. Ἀλλ' ὅ με μικροῦ διέλαθεν, εὐάγγελός τις αὐτῷ τῆς ἐκείνου ἀποδημίας ἐξ ἀποστολῆς προσήνεγκε πόρρωθεν ἀπαλλάττων ὥσπερ τῶν εἰς τὸ μέλλον φροντίδων αὐτόν· ὁ δὲ, ἐπειδή περ ἠκηκόει, ἀθρόον πληγεὶς τὴν ψυχὴν ἀνωλόλυξεν, οὐκ εἰωθὼς τοῦτο ποιεῖν, καὶ πολλὰ ἐκεῖνον ἀπωλοφύρετο, καὶ μετεγνώκει τῆς περὶ αὐτὸν πράξεως, ἐξιλάσκετό τε πολλάκις τὴν ἐκείνου ψυχὴν, καὶ ὥσπερ ἀπολογούμενος, μᾶλλον δὲ ἐξευμενίζων, παρρησίαν τε εὐθὺς ἐδίδου τῷ ἐκείνου γένει καὶ τοῖς τοῦ βήματος συνηρίθμει· τῇ δὲ διαδοχῇ τῆς λειτουργίας τοῦτον τετίμηκεν, ἄνδρα προσενεγκὼν τῷ Θεῷ καὶ κοσμήσας τῷ σχήματι, ὃν δὴ ὅ τε προλαβὼν βίος ἀνέγκλητον ἔδειξε καὶ ἀπαράμιλλον, καὶ τοῖς πρώτοις σοφοῖς ὁ λόγος ἐγνώρισεν. 7.66τ Περὶ τῆς τοῦ πατριάρχου Κωνσταντίνου προχειρίσεως. Οὗτος γὰρ δὴ ὁ περιώνυμος Κωνσταντῖνος, τὴν βασιλείαν πρότερον ἐκ κυμάτων καταστήσας πολλῶν, καὶ πολλοῖς τῶν βασιλευόντων περιάρπακτος γεγονὼς, τέλος καὶ τὴν ἀρχιερωσύνην πιστεύεται, πάντων αὐτῷ παρακεχω ρηκότων τοῦ πράγματος καὶ συγχωρησάντων τὸ κατὰ πάντων πρωτεῖον, καὶ κοσμεῖ ταύτην εἰς δύναμιν, πολιτικὸν καὶ γενναῖον φρόνημα ἱερατικῷ βίῳ κατακεράσας. Τοῖς μὲν γὰρ ἄλλοις τοιοῦτόν τι ἡ ἀρετὴ λελόγισται, οἷον μήτε καιροῖς ὑπεῖξαι, μήτε οἰκονομῆσαι τὴν παρρησίαν, μήτε τῷ ἤθει ἐπιχειρεῖν τοὺς αὐθαδεστέρους καταδουλοῦν· ὅθεν πάσης μὲν θαλάττης