κατατολμῶντες, πᾶσι δὲ ἀντιβαίνοντες πνεύ μασιν, οἱ μὲν αὐτῶν ἔδυσαν ἁρπασθέντες τοῖς κύμασιν, οἱ δὲ ἀπέστησαν βιαιότερον· τῷ δὲ ἡ κρᾶσις τοῦ βίου πρὸς πᾶσαν ἀκρίβειάν τε καὶ οἰκονομίαν ἐξήρκεσε, καὶ μετακε χείρισται τὸ πρᾶγμα οὐ ῥητορικῶς, ἀλλὰ φιλοσόφως· οὐ γὰρ τὰ μὲν στωμύλλεται, τὰ δὲ ὑποκρίνεται, ἀλλὰ μιᾷ ποιότητι χρώμενος ἑκατέροιν τοῖν βίοιν ἀρκεῖ. Κἂν μέν τις αὐτὸν πολιτικῶς ἐξετάσειεν, ἱερατικῷ εὕροι κοσμούμενον ἀξιώ ματι, εἰ δ' ὡς ἀρχιερεῖ προσίῃ, κἂν τὰ πολλὰ φοβοῖτο καὶ ὑποφρίττοι, ταῖς πολιτικαῖς εὑρήσει ἀποστίλβοντα χάρισι μετὰ τοῦ στιβαροῦ ἤθους καὶ τῆς μειδιώσης σεμνότητος· ἔνθεν τοι ἅπας μὲν αὐτοῦ βίος τεθάρρηκεν, ἐκεῖ μὲν ὁ στρατιωτικὸς, ὁ πολιτικὸς, ἐνταῦθα δὲ τὸ μεγαλοπρεπὲς, τὸ εὐπρόσιτον. Τούτῳ γοῦν ἐγὼ καὶ πρὸ τῆς ἀρχιερωσύνης τὴν ἀρχιερωσύνην πολλάκις προείρηκα, τῷ βίῳ περὶ τοῦ μέλλον τος μαντευσάμενος, καὶ μετὰ τὴν ἱερατείαν μετὰ τοῦ καλλίστου ἐκεῖνον ἤθους ὁρῶ. 7.67 Τοιούτῳ τοιγαροῦν ἀνδρὶ τὸν ἀπεληλυθότα τιμήσας ὁ βασιλεὺς, ἐπειδὴ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα, πανστρατιᾷ ἐπὶ τοὺς ἑσπερίους χωρεῖ, οὓς Μυσοὺς μὲν ὁ πάλαι χρόνος ὠνόμαζεν, εἶτα δὲ εἰς ὃ λέγονται μετωνομάσθησαν· νεμόμενοι δὲ ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀθρόον τε ἀπανέστησαν καὶ πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθη σαν· αἰτία δὲ αὐτοῖς τῆς ἀπαναστάσεως τὸ τῶν Γετῶν ἔθνος, ὁμοροῦντες μὲν ἐκείνοις, λῃστεύοντες δὲ τούτους καὶ ληϊζόμενοι, καὶ πρὸς τὴν μετοικεσίαν ἐκβιαζόμενοι· διὰ ταῦτα ἀποκρυσταλλωθέντι ποτὲ τῷ Ἴστρῳ ὥσπερ ἠπείρῳ χρησάμενοι, ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται, ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθέντες ὁρίοις, καὶ οὐκ ἔχον τες οὔθ' ὅπως ἂν ἠρεμήσαιεν, οὔθ' ὅπως τοὺς οἷς προσήγ γισαν μὴ ὀχλήσαιεν. 7.68 Εἰσὶ δὲ καὶ μᾶλλον τῶν ἄλλων ἐθνῶν δύσμαχοί τε καὶ δυσπολέμητοι, οὔτε γενναῖοι τοῖς σώμασιν ὄντες, οὔτε τὴν ψυχὴν θαρραλέοι· ἀλλ' οὐδὲ θώρακας ἀμφιέννυ νται, οὐδὲ κνημῖδας περίκεινται, οὐδὲ λόφων τισὶ τὰς κεφα λὰς κατασφαλίζονται· ἀσπὶς δὲ αὐτοῖς οὐδ' ἡτισοῦν ἐν χερσὶν, οὔτ' ἐπιμήκης ὁποίας δή φασι τὰς Ἀργολικὰς, οὔτε περιφερὴς, ἀλλ' οὐδὲ ξίφη περιζώννυνται, δόρατα δὲ μόνον ἐναγκαλιζόμενοι, τοῦτο δὴ μόνον τὸ ὅπλον πρόβλημα ἔχου σιν. Οὐ διαιροῦνται δὲ κατὰ λόχους, οὐδέ τις αὐτοὺς ἐπι στήμη στρατηγικὴ προάγει εἰς πόλεμον, οὐδ' ἴσασι μετώπου τάξιν, οὐκ εὐώνυμον κέρας, οὐ δεξιὸν, ἀλλ' οὐδὲ χάρακας ἑαυτοῖς πήγνυνται, οὐδὲ τὴν πέριξ διορυχὴν ἴσασιν, ἀλλ' ὁμοῦ φύρδην συμπλακέντες ἀλλήλοις καὶ τῇ πρὸς τὸ ζῆν ἀπογνώσει ῥωσθέντες, μέγα τε ὀλολύζουσι καὶ οὕτω τοῖς ἀντιτεταγμένοις ἐμπίπτουσι· κἂν μὲν ἀπώσωσιν, οἷα πύργοι ἐπιρραγέντες αὐτοὺς ἀφειδῶς ἑπόμενοι κατασφά ττουσιν, εἰ δὲ ἡ πολεμία φάλαγξ ἀντίσχῃ τὴν ἔφοδον καὶ οὐ ῥαγῇ ἐν ταῖς τῶν βαρβάρων ἐμπτώσεσιν ὁ συνασπισμὸς, οἱ δὲ αὐτίκα στραφέντες φυγῇ τὴν σωτηρίαν διώκουσι· φεύ γουσι δὲ οὐ τεταγμένως, ἀλλ' ἄλλοις ἄλλος ἄλλοθι διασκε δασθέντες· ὁ μέν τις εἰς ποταμὸν ἑαυτὸν ὤσας ἢ ἀπενή ξατο, ἢ κατέδυ ταῖς δίναις περιελιχθεὶς, ὁ δὲ εἰς ὕλην βαθεῖαν ἐμβεβηκὼς τοὺς τῶν διωκόντων ἐκπέφευγεν ὀφθαλ μοὺς, καὶ ἄλλος ἄλλως· καὶ σύμπαντες ἅμα διασπαρέντες, εἶτ' αὖθις εἰς ταὐτὸ, ὁ μὲν ἐξ ὄρους, ὁ δὲ ἐκ φάραγγος, ὁ δέ τις ἐκ ποταμῶν, καὶ ἄλλος ἄλλοθεν ἀπροόπτως συνθέουσι. ∆εῆσαν δὲ αὐτοῖς πιεῖν, εἰ μὲν ἐντύχοιεν ὕδασιν ἢ πηγαίοις ἢ ποταμίοις, λάπτουσιν αὐτίκα ἐπεισπεσόντες, εἰ δ' οὖν, τοῦ ἵππου ἕκαστος ἀποβὰς ἐξαιματοῦσι τούτους, σιδήρῳ τὰς φλέβας ἀναστομώσαντες, καὶ τὴν δίψαν οὕτως ἰῶνται, ὡς ὕδατι τῷ αἵματι χρώμενοι· εἶτα δὴ καὶ τὸν πιότατον τῶν ἵππων ἀνατεμόντες, καὶ τὴν εὑρημένην ἀνακαύσαντες ὕλην, αὐτοῦ που τὰ