[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXLVIII.
[248] ΒΑΣΙΛΕΙΩΙ
Ἐπέσταλκά σοι καὶ πρῴην περὶ Γλυκερίου καὶ τῶν παρθένων. Οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. Οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην ὡς ἐφ' ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς ἢ ἄλλοις χαριζόμενος. Ἡκέτωσαν οὖν μηδὲν δεδοικότες: σὺ γενοῦ τούτου ἐγγυητής. Καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. Εἰ δὲ ἀντιτείνοιεν, ἐπ' ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.