ἔπιπτε γὰρ ἡ γέρανος ἐπορχουμένη τὸν θάνατον, καὶ νῦν μὲν τὰ πρανῆ, νῦν δὲ δεικνῦσα τὰ ὕπτια. 7.73 Ἀμφοτέρᾳ γοῦν τῇ θήρᾳ ὁ αὐτοκράτωρ τερ πόμενος, ἵνα μὴ κολάζῃ τὰ συγκεκλεισμένα θηρώμενος, ἐπὶ τὰ ἐλεύθερα καὶ τῷ δρόμῳ καὶ τῷ πτερῷ ἀνέτως χρώμενος, δόξαν αὐτῷ, ἐξελήλυθεν, καὶ βασίλειος τοῦτον καταγωγὴ αὐτοῦ που πρὸ τοῦ Ἄστεως ὑποδέχεται, περίκυκλος τῇ θαλάσσῃ καὶ ἑκατέρου μέρους ἀνδρὶ αὐτάρκης θηρατικῷ, ἀλλ' οὐχὶ καὶ τῷ βασιλεῖ τούτῳ· ἑῷος γὰρ ἐπανατέλλων τῇ θήρᾳ εἰς ἑσπέραν βαθεῖαν κατήγετο. Πολλάκις δὲ τῇ βολῇ τῆς λόγχης ἐπὶ τὰς ἄρκτους καὶ τὰς ὗς χρώμενος καὶ συνεχῶς ἐπανατείνων τὴν δεξιὰν, ψυχρῷ πνεύματι βάλλε ται τὴν πλευρὰν, καὶ τότε μὲν οὐ πάνυ κατάδηλος ἡ πληγὴ ἐγεγόνει, τῇ δὲ ἐφεξῆς ῥιγώσαντα πυρετὸς διαδέχεται. 7.74τ Περὶ τῆς νόσου τοῦ βασιλέως. Ἐγὼ δὲ τούτων οὐδὲν εἰδὼς, ἔξειμι πρὸς αὐτὸν ὀψόμενός τε καὶ χαριούμενος τούτῳ τὰ εἰωθότα· ὁ δέ με κλινοπετὴς κατασπάζεται· ὀλίγη τε αὐτῷ παρειστή κει δορυφορία, παρῆν δὲ καὶ τῶν ἀσκληπιαδῶν ὁ κάλλιστος. Ἐπεὶ δὲ ἠσπάσατο καὶ ἱλαρῷ ἐθεάσατο βλέμματι· «Ἀλλ' εἰς καιρὸν, φησὶν, ἥκεις·» καὶ εὐθὺς τὴν χεῖρα ἐδίδου, τὰς κινήσεις τοῦ σφυγμοῦ γνωματεύσαντι· ᾔδει γάρ με καὶ τὴν περὶ τοῦτο τέχνην ἀσκήσαντα. Κἀγὼ ξυμμαθὼν ὅ τί ποτε τὸ νόσημα εἴη, οὐκ εὐθὺς ἐφθεγξάμην, ἀλλὰ πρὸς τὸν ἀσκληπιάδην ἐκεῖνον στραφείς· «Σοὶ δὲ, ἔφην, ποδαπὸς οὗτος ὁ πυρετὸς ἔδοξεν;» ὁ δὲ γεγονωτέρᾳ χρησάμενος τῇ φωνῇ, ἵνα καὶ ὁ βασιλεὺς ἀκούοι· «Ἐφήμερος μὲν, φησὶν, εἰ δὲ μὴ αὐθημερὸν λέλυται, θαυμάζειν οὐ χρή· ἔστι γὰρ καὶ τοιοῦτον γένος, καὶ ψεύδεται τοὔνομα. -Ἀλλ' ἐγὼ, ἔφην, οὐ πάνυ σου τῇ γνώμῃ ξυντίθεμαι· ἡ γὰρ τῆς ἀρτηρίας κίνησις τριταϊκὴν περίοδόν μοι μαντεύεται· ἀλλ' ἀληθεύειν μὲν τὸ σὸν ∆ωδωναῖον χαλκεῖον, ὁ δ' ἐμὸς τρίπους ψευ δέσθω, ψεύσεται δὲ ἴσως ὅτι μοι πρὸς τὸ χρᾶν ἡ παρασκευὴ οὐκ αὐτάρκης.» 7.75 Ἧκεν οὖν ἡ τρίτη τῶν ἡμερῶν, καὶ βραχύ τι παραδραμὼν τὴν περίοδον ὁ καιρὸς τὸν μὲν ἀπεδείκνυ τεχνίτην, ἐμὲ δὲ διημαρτηκότα τοῦ ἀκριβοῦς· ἔνθεν τοι καὶ τροφή τις τῶν οὐ πάνυ ἁδρῶν τῷ βασιλεῖ ἐσκευάζετο, ἀλλ' οὐκ ἔφθη προσιέμενος ταύτην, καὶ ἐκ τοῦ βάθους αὐτίκα ἐκκαίεται πυρετός. Τὸν μὲν οὖν Κάτωνά φασι πυρέττοντα ἤ τινι ἄλλῳ κατεσχημένον νοσήματι, ἄστροφόν τε μέχρι παντὸς διαμένειν καὶ ἄτρεπτον ἔστ' ἂν ἡ περίοδος λήξῃ καὶ ὁ καιρὸς αὐτῷ μεταβάλῃ· ὁ δὲ ἐξ ἐναντίας ἐκείνῳ διεποικίλλετο τῷ σώματι καὶ ἐστρέφετο, ἤσθμαινέ τε πυκνότερον καὶ οὐδ' ὁπωσοῦν αὐτῷ ἀνακωχὴν ἡ φύσις ἐδίδου· ἐπεὶ δέ ποτε ἀνεθείη, τῆς ἐς τὰ βασίλεια ἐπανόδου ἐμέμνητο. 7.76 Καὶ αὐτίκα τῆς βασιλείου ἐπιβὰς τριήρους ἐν Βλαχέρναις καταίρει, καὶ τῶν ἀνακτόρων ἐντὸς γεγονὼς ῥᾴων τε γίγνεται, καὶ ἐπιτρυφᾷ τῷ καιρῷ, γλωττηματικώ τερον ὁμιλήσας καὶ τοῦ συνήθους πλέον χαριεντισάμενος, κατεῖχέ τε ἡμᾶς ἄχρις ἑσπέρας, ἀρχαῖά τε διηγούμενος καὶ ὁπόσα ὁ βασιλεὺς ἐκεῖνος Βασίλειος ὁ τοῦ Ῥωμανοῦ παῖς ἐπικαίρως ἐφθέγξατο. 7.77 Ἐπεὶ δὲ ἔδυ ὁ ἥλιος, ἡμᾶς μὲν ἀφίησιν, αὐτὸς δὲ πρὸς ὕπνον ἐτράπετο· κἀγὼ ἀπεληλύθειν τεθαρ ρηκὼς καὶ γλυκείαις ἐπὶ τῷ βασιλεῖ ἐλπίσι τρεφόμενος· πρωϊαίτερον δὲ αὖθις ἐκεῖσε παραγενόμενον ἐπτόησέ τις αὐτίκα πρὸ θυρῶν, νύττεσθαι μὲν φήσας τῷ βασιλεῖ τὴν πλευρὰν, αὐτὸν δὲ πνευστιᾶν καὶ οὐ πάνυ τι γενναίως ἀναφέρειν τὸ ἆσθμα· ἐπάγην ἀκούσας, καὶ τὸ δωμάτιον οὗ ἔκειτο ἀψοφητὶ εἰσιὼν, ἐπιστυγνάσας αὐτίκα ἠρέμα εἱστήκειν· ὁ δέ μου τοῖς ὀφθαλμοῖς ὥσπερ πυθόμενος, εἰ μὴ παντάπασιν ἔχοι πονήρως καὶ ἀποβιώσκοι, τὴν χεῖρα αὐτίκα ὑπέτεινε· πρὶν ἢ δέ με τοὺς δακτύλους