ἐπιβαλεῖν τῷ καρπῷ, ὁ πρῶτος τῶν ἰατρῶν, οὐδὲν δὲ δεῖ λέγειν τοὔ νομα· «Ἀλλὰ μηδὲ γνωμάτευε τὴν ἀρτηρίαν, φησί· κατεί ληπται γάρ μοι ἤδη ἡ κίνησις, καὶ κατὰ μῆκος τοῦ συνεχοῦς διακέκοπται, καὶ τὸ μὲν αὐτῆς πλήττει τὸν δάκτυλον, τὸ δὲ ὑπείκει, καὶ ὅπερ ἐστὶν ἡ πρώτη τῇ τρίτῃ κινήσει, τοῦτο ἡ δευτέρα τῇ τετάρτῃ, καὶ ἐφεξῆς οὕτως, ὥσπερ ὅσοι τῶν τεμνόντων σιδήρων ἐς ὀδόντας διῄρηνται.» 7.78 Ἐγὼ γοῦν ὀλίγα τοῦ ἀνδρὸς φροντίσας, κατὰ πᾶσάν τε διάστασιν διηρευνησάμην τὴν κίνησιν, καὶ πρίονα μὲν τὸν σφυγμὸν οὐκ ἐγνώκειν, ἀμυδρότερον δὲ ἀναφέροντα καὶ ἐοικότα οὐ παρέτῳ ποδὶ, ἀλλὰ δεσμώτῃ καὶ βιαζομένῳ τὴν κίνησιν· ἦν δὲ ὁ καιρὸς ἐκεῖνος τὸ ἀκμαιό τατον τοῦ διοχλοῦντος ἐκεῖνον νοσήματος· ἠπάτησε γοῦν τοὺς πολλοὺς, καὶ ἠμφισβήτησάν γε μικροῦ δεῖν ξύμπαντες περὶ τῆς ἐκείνου ζωῆς. 7.79 Θόρυβος οὖν ἐντεῦθεν καταλαμβάνει τὰ βασί λεια, καὶ ἥ τε βασιλὶς, θαυμάσιόν τι χρῆμα γυναικῶν αὕτη καὶ εὐγενείας τὰ πρῶτα καὶ οὐδενὶ παραχωροῦσα τῆς μεί ζονος ἀρετῆς, ἥ τε τοῖν βασιλέοιν θυγάτηρ, ὡραία δὲ καὶ αὕτη κατ' ἄμφω καὶ πρὸ ὥρας ἐκτετμημένη, ἀλλὰ καὶ μετὰ τὴν τομὴν, ἠλεκτρώδης τε ὁμοῦ καὶ πυρσὴ καὶ τῷ σχήματι ἄμφω κατασεμνύνουσα, ἄμφω τε οὖν, καὶ ὁ τοῦ αὐτοκρά τορος ἀδελφὸς, πρὸς δὲ καὶ ὁ ἀνεψιὸς, τὴν τοῦ αὐτοκρά τορος κλίνην περικυκλώσαντες, ἐξόδια τούτῳ ἐδίδοσαν ῥήματα καὶ ἐξιτήρια κατέρρεον δάκρυα, καὶ προέπεμπον αὐτίκα ἐπὶ τὰ μείζω βασίλεια, ἵν' ἐκεῖσε γενόμενος βου λεύσαιτό τι τῶν δεόντων, καὶ μὴ τὸ γένος ἀφήσει συνδυστυ χήσαντας ἐκείνῳ τὴν εὐδαίμονα τῆς βασιλείας ζωήν. Ὁ μὲν οὖν συνεσκευάζετο ὡς ἐκεῖσε ἀφιξόμενος· παρεγένετο δὲ τούτῳ οὐ πρὸ καιροῦ καὶ ὁ τῆς Θεοῦ Σοφίας ἀρχιερεὺς, σύμβουλος ἐπὶ τὰ κρείττω γιγνόμενος καὶ πᾶσι λόγοις τοῦ τον ἐπιρωννύς. 7.80 Ὡς δ' οὖν κἀκείνῳ ἡ μετάθεσις ἤρεσεν, οὐ κατέβαλε τὸ γενναῖον ἐνταῦθα ὁ βασιλεὺς, οὐδ' ἐξῄει τοῦ δωματίου χειραγωγούμενος, ἀλλ' οἷος ἐκεῖνος ὑψικόμῳ ἐοικὼς κυπαρίττῳ ὥσπερ τισὶ πνεύμασι διατινασσόμενος, κατακεκλόνητο μὲν προϊὼν, προῄει δὲ ἀκρατὴς ταῖν χεροῖν καὶ ἀρκῶν ἑαυτῷ· οὕτω τε οὖν καὶ τοῦ ἵππου ἐπιβεβήκει, τῷ δὲ πλῷ οὐκ οἶδ' ὅπως ἐχρήσατο. Ἐγὼ γὰρ διὰ τῆς ἑτέρας ὁδοῦ προλαβεῖν ἔσπευσα· οὐ τοῦ σκοποῦ δὲ ἔτυχον, ἀλλ' ἐπικαταλαμβάνω τοῦτον ἀτεχνῶς διακυμανθέντα καὶ τοῖς ὅλοις ἐξαπορούμενον· περιεκάθητο δέ γε τοῦτον τὸ γένος ἀνολοφυρόμενοι ξύμπαντες, καὶ συνεκπνεύσαντες ἐκείνῳ εἴ γε δύναιντο· κατῆρχε δὲ τῶν θρήνων ἡ βασιλὶς, καὶ ἡ θυγά τηρ ἀντωλοφύρετο γοερώτερον ἀντεπικλαίουσα τῇ μητρί. 7.81 Καὶ τὸ μὲν περὶ αὐτῶν ἐν τούτοις· ὁ δέ γε βασιλεὺς τῆς πρὸς τὴν κρείττονα ζωὴν ἐμέμνητο μεταθέ σεως, καὶ τὸν μετασχηματισμὸν ἐζήτει τοῦ βίου· ἡ δέ γε βασιλὶς ἀγνοοῦσα ὅτι ἔμφυτον αὐτῷ τὸ βούλημα, ἡμᾶς πάν τας μᾶλλον ἢ ἐκεῖνον κατῃτιᾶτο τοῦ σκέμματος· ὡς δ' οὖν κἀμὲ τεθέαται· «Ὀναίμεθά σου, φησὶ, ὁπόσα βούλει τῆς συμβουλῆς, ὦ φιλόσοφε· ὡς καλὰς δὲ ἡμῖν ἀποδίδως τὰς ἀμοιβὰς, μεταθεῖναι σκεψάμενος εἰς τὸν μοναδικὸν βίον τὸν αὐτοκράτορα.» 7.82 Ἐγὼ δὲ ἀπωμνύμην αὐτίκα μὴ τοιοῦτον ἐν θυμηθῆναί ποτε, ἀλλὰ καὶ τοῦ κειμένου ἐπυνθανόμην ὁπόθεν αὐτῷ ἐγεγόνει τὸ βούλευμα· ὁ δὲ· «Ἀλλ' αὕτη, φησὶν, (οὕτω γὰρ εἰρήκει) στέργουσα τὸν γυναικεῖον τρόπον, ἡμᾶς ἐπέχει τε βουλευομένους τὰ κρείττονα, καὶ πᾶσι μᾶλλον ἢ ἐμοὶ τὴν γνώμην καταιτιᾶται. -Ναὶ, φησὶ, καὶ ἀναδέχομαι τῷ ἐμῷ τραχήλῳ ὁπόσα σοι διημάρτηται, κἂν μὲν ἀνασταίης, ἔχω δὴ τὸ ζητούμενον καὶ ποθούμενον, εἰ δ' οὖν, ἀλλ' ἐγώ σε ἀπολογήσομαι τῷ δικαστῇ καὶ Θεῷ ὧν διημαρτήκεις αὐτός· καὶ σοὶ μὲν τὰ πεπραγμένα ἀνέγκλητα εἴη, ἐμὲ <δὲ> ὑπὲρ σοῦ ἡδέως ἂν καὶ σκώληκες διασπάσαιντο, καὶ σκότος τε ἐπικαλύψοι βαθὺ, καὶ πῦρ ἐξώτερον διαφλέξειε·