εἶτα δὴ οὐκ οἰκτείρεις τῆς ἐρημίας ἡμᾶς; ποδαπὴν δὲ καὶ ψυχὴν ἔχων σαυτὸν μὲν ὑπεξάγεις τῶν βασιλείων, ἐμοὶ δὲ δυσφο ρωτάτην ἐγκαταλιμπάνεις χηρείαν, ὀρφανίαν τε βαρυτάτην τῇ θυγατρί· καὶ οὐδ' ἀρκέσει ταῦτα ἡμῖν, ἀλλὰ δεινότερα διαδέξεται, καὶ μετακομίσουσιν ἡμᾶς χεῖρες, ἴσως οὐδὲ φιλάνθρωποι, εἰς ὑπερορίας μακρὰς, τυχὸν δὲ καὶ διαιρή σουσι τὸ βαρύτερον, καὶ ὄψεταί σου τὰ φίλτατα αἱμάτων ἀνὴρ καὶ ἐλεεῖν μὴ εἰδώς· καὶ σὺ μὲν ἐπιβιώσεις τῷ μετα σχηματισμῷ, ἢ ἀποβιώσεις ἐν καλῷ ἴσως, ἡμῖν δὲ πικρο τέρα τοῦ θανάτου διαμενεῖ ἡ ζωή.» 7.83 Ταῦτα μὲν οὖν ἡ βασιλὶς, ἀλλ' οὐκ ἔπειθε λέγουσα· ἐπεὶ δὲ ταύτης ἀπεγνώκει τῆς συμβουλῆς· «Ἀλλ' ἡμῖν γε, φησὶ, διάδοχον τῆς βασιλείας τὸν εὐνοϊκώτατόν σοι καὶ εὐμενέστατον ποίησον, ὅπως ἂν καὶ σοὶ τὸ ἀξίωμα συντηρήσειε ζήσαντι, κἀμοί γε ὁπόσα παῖς χρηματίσειε.» Ἀνερρώσθη γοῦν ἐπὶ τούτοις ὁ βασιλεὺς, καὶ ὁ δοὺξ Κων σταντῖνος εὐθὺς ἐκείνῳ μετάπεμπτος γίνεται, ἀνὴρ περι φανὴς μὲν καὶ τὰς πρώτας τοῦ γένους ἔχων ἀρχάς· εἰς γὰρ τοὺς ∆ούκας ἐκείνους τὸ γένος ἀνέφερε, τοὺς Ἀνδρονίκους φημὶ καὶ τοὺς Κωνσταντίνους, ὧν πολὺς λόγος ἐν τοῖς τῶν ἱστορησάντων συγγράμμασι τῆς τε κατὰ γνώμην ἀκριβείας καὶ τῆς κατὰ χεῖρα γενναιότητος, οὐδὲν δὲ ἧττον καὶ ταῖς μετ' ἐκείνους διαδοχαῖς ἐσεμνύνετο. 7.84 Ἀλλὰ ταῦτα μὲν ἐκείνῳ εἰς φιλοτιμίαν ἀρκεῖ· ὁ δὲ περὶ αὐτοῦ λέγειν προθέμενος Ἀχιλλέα τοῦτον οὐκ ἀπεικότως ἐρεῖ· ὥσπερ γὰρ τῷ ἥρωϊ τούτῳ μεγάλη μὲν ἡ ἀρχὴ τοῦ γένους, Αἰακὸς γὰρ ὁ πάππος, ὃν ἐκ ∆ιὸς οἱ μῦθοι γεννῶσι, καὶ Πηλεὺς δὲ ὁ πατὴρ, ὃν οἱ τῶν Ἑλλήνων λόγοι ἐξαίροντες τῇ Θέτιδι, θεὰ δὲ αὕτη θαλαττία, συγκα τευνάζουσιν, ἀλλ' ὑπὲρ τὰς τῶν πατέρων δόξας ἀποχρῶντα τὰ οἰκεῖα πεφύκασιν ἔργα, καὶ οὐ μᾶλλον ὁ Ἀχιλλεὺς παρὰ τῶν γεννησαμένων τετίμηται, ἀλλ' ἐκεῖνοι παρὰ τοῦ παιδὸς τὸ σεμνὸν ἀποφέρονται, οὕτω δὴ καὶ τῷ δουκὶ Κωνσταν τίνῳ, ὃν ἤδη πρὸς τὴν βασίλειον ἀρχὴν προβιβάζειν ὁ λόγος βούλεται, λαμπρὰ μὲν καὶ τὰ παρὰ τοῦ ἄνω γένους, λαμ πρότερα δὲ καὶ τὰ παρὰ τῆς ἰδίας φύσεώς τε καὶ προαι ρέσεως. 7.85 Ἀλλ' ὁ μὲν περὶ τῆς βασιλείας λόγος ἀνα μεινάτω· τὸν δέ γε ἰδιώτην βίον οὗτος ἔτι τελῶν, τὸ μὲν ὅσον εἰς ἀρχικὴν γνώμην καὶ γένους λαμπρότητα καὶ τοῖς κρείττοσι τῶν βασιλέων ἀντήριζε, τὸ δ' ὅπως ἂν εὐλαβῶς βιῴη καὶ μήτε γείτοσι φορτικὸς ὀφθείη ποτὲ, μήτε τινὸς καθυπερηφανεύσοιτο, τοῖς τε βασιλεύσασι προχειρότατος εἰς ὑπακοὴν φαίνοιτο, ὑπὲρ τ' ἄλλα πάντα ἐπραγματεύετο, καὶ ἵνα μηδὲ κατὰ τὴν οἰκείαν αὐγὴν νομίζοιτο, ὥσπερ τις ἥλιος νέφος ἑαυτοῦ προεβάλλετο. 7.86 Λέγω δὲ ταῦτα οὐχ ἑτέρων ἀκηκοὼς, ἀλλ' αὐτὸς περὶ πάντων αἰσθήσεσιν αὐταῖς καὶ γνώμαις ἀκριβω σάμενος· ὁ μὲν γὰρ σεμνυνέσθω πολλοῖς καὶ καλοῖς κατορ θώμασι, ἐμοὶ δὲ ἓν τοῦτο ἀντὶ πάντων ἀρκεῖ, ὅτι τοιοῦτος ὁ θαυμάσιος οὗτος ἀνὴρ καὶ ὢν καὶ δοκῶν, τῶν μὲν ἄλλων ἧττον ἐφρόντιζεν, ἐμοὶ δὲ, εἴτε τι καθεωρακὼς ἐν ταῖς γνώμαις τῶν γε λοιπῶν πλέον, εἰς σύνεσιν, εἴτε τῷ ἤθει μου ἀρεσκόμενος, οὕτω προσέκειτο καὶ οὕτω διαφερόντως τῶν ἄλλων ὑπερηγάπα, ὡς ἐξηρτῆσθαί μου καὶ τῆς γλώ ττης καὶ τῆς ψυχῆς, καὶ αὐτῷ δή μοι πιστεύειν τὰ τιμιώ τατα. 7.87 Ἐβούλετο μὲν οὖν κεκρύφθαι ἐφ' ἑαυτοῦ, καὶ τῶν ὑπερηφάνων δεινῶς κατεφρόνει ἀρχῶν, ἀτημελέσ τερόν τε ἠμφίεστο καὶ ἀγροικότερον διεσκεύαστο, ἀλλ' ὥσπερ αἱ καλαὶ τὴν ὥραν ὅσῳ μᾶλλον ἐκ τοῦ τυχόντος κόσμου προφαίνονται, τοσοῦτον ἐν τῷ προβεβλημένῳ νέφει τηλεφανέστερον διαυγάζουσι, καὶ ἔστιν αὐταῖς ὁ ἀμελὴς κόσμος καλλωπισμὸς ἀκριβέστατος, οὕτω δὴ κἀκεῖνον οὐκ ἔκρυπτε μᾶλλον τὰ ἀφανῆ περιβλήματα ταῦτα ἢ λαμπρό τερον ἀπεδείκνυε. Πᾶσαι γοῦν ἐπ' αὐτὸν ἐπέπτοντο γλῶ σσαι καὶ εἰς βασιλείαν παρέπεμπον, αἱ μὲν ὥσπερ χρησμο λογοῦσαι τὴν πρόρρησιν, αἱ δὲ