τὸ εἰκὸς ἐκείνῳ λέγουσαί τε καὶ σῴζουσαι· ἐδεδίει γοῦν οὗτος οὐ τοὺς ἀπεχθανομένους αὐτῷ, ἀλλὰ τοὺς προστεθειμένους, καὶ πᾶσαν μὲν αὐτοῖς πρὸς αὐτὸν φέρουσαν ὁδὸν ἀπέφραττεν, οἱ δὲ μαχιμώτατοί τε ἦσαν ἢ τολμητίαι καὶ τῶν ἐμποδίων κατατολμῶντες. 7.88 Τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς εὐλα βείας τε καὶ συνέσεως, ὥστε ὁπηνίκα κρίσις ἐγεγόνει τοῦ τῶν στρατιωτῶν καταλόγου, καὶ τῶν ἄλλων ὁ Κομνηνὸς προτετίμητο, αὐτὸς δὴ οὗτος ὁ ἐπὶ τῷ κράτει κριθεὶς, ἐκείνῳ τῆς ἡγεμονίας παρεχώρει μετὰ τὴν κρίσιν, ἀλλ' ἀπεωθεῖτο καὶ γνώμῃ καὶ χειρὶ, οὕτω δὴ καὶ τοιαύτην <τὴν> κρίσιν προσγενομένην αὐτῷ, καὶ οὐδ' ἂν ὅλως οἱ τηνικαῦτα συνεληλυθότες ὡμογνωμονήκεσαν εἰς τὸ ἔργον, εἰ μὴ μέσον οὗτος παρεντεθεὶς τῷ καθ' ἑαυτὸν ἀξιώματι ξυνεδέσμει τὴν βουλήν· καὶ τὸ ξύμπαν δὲ στράτευμα ἐπὶ δυεῖν ὥσπερ ἀγκύραιν ὥρμει, μείζονι καὶ ἐλάττονι, ἢ μᾶλλον ἐλάττονί τε καὶ μείζονι· εἰ γὰρ ὁ μὲν Ἰσαάκιος βασιλεὺς προκεχείριστο, τούτῳ δὲ ἡ τοῦ καίσαρος ἐλάττων τιμὴ κατεπήγγελτο, ἀλλὰ τὸ ὑπερέχον αὐτῷ τοῦ γένους καὶ τὸ ἐρασμιώτατον ἰδίωμα τῆς ψυχῆς εἰς εὔνοιαν ἀφείλκετο τοὺς πολλούς· καὶ ἵνα τις ἐπὶ πλέον τὸν ἄνδρα θαυμάσειεν, ἐπειδή περ εἰς βασιλείαν ἡ τυραννὶς ἔληξε, καὶ ὁ Ἰσαάκιος ἐπὶ τοῦ θρόνου καθῆστο, ὁ δὲ ἐξίσταται τούτῳ καὶ τῆς δευτέρας τιμῆς, δέον καὶ τῆς πρώτης ἀμφισβητεῖν· τοσοῦτον τὸ εἰς ἦθος ἀσύγκριτον τοῦ ἀνδρός· ἐγὼ δὲ τοῦτο τοῖς γενομένοις προστίθημι, ὅτι θεῖον ἄρα ἦν καὶ τὸ μὴ τότε γενόμενον καὶ τὸ νῦν γεγονὸς, ἵνα μὴ ἐκ τυραννικῶν προθύρων, ἀλλ' ἐξ ἐννόμων ἀδύτων εἰς τὴν τῆς βασιλείας ἀναχθείη περιωπήν. 7.89τ Περὶ τῆς εἰσελεύσεως τοῦ δουκὸς εἰς τὸν Κομνηνὸν καὶ προχειρίσεως, καὶ περὶ τῆς τῶν συγγενῶν ἀξιώσεως. Ὡς δ' οὖν τηνικαῦτα μετεκέκλητο τὰς ἐσχάτας, ὡς ἐδόκει, ἀναπνοὰς τῷ Κομνηνῷ ἀναπνέοντι, οὗτος δὲ ἐρυθριάσας καὶ ὑποπλησθεὶς τὰ ὄμματα τῆς συνήθους αἰδοῦς, εἱστήκει κατὰ τὸ εἰωθὸς περιστείλας τὼ χεῖρε· ὁ δὲ ἀκριβέστερον συλλέξας τὸν νοῦν· «Τῶν περι εστηκότων, ἔφησε, τουτωνὶ (δείξας τὸ συγγενὲς χειρὶ), ὁ μὲν ἀδελφὸς, ὁ δὲ ἀνεψιὸς, καὶ τούτων δὴ τῶν φιλτάτων ἡ μὲν ὁμόλεκτρος καὶ βασίλισσα, ἡ δὲ θυγάτηρ μονογενὴς, οὕτως εἰπεῖν, ἀλλά σε ὁ ἐμὸς τρόπος μᾶλλον αὐτῶν οἰκειοῦται, καὶ ἡ σὴ γνώμη τὴν φύσιν νικᾷ, καί σοι τὴν βασιλείαν καὶ αὐτὰ δὴ τὰ φίλτατα πιστεύω, οὐδὲ τούτων ἀκόντων, ἀλλὰ καὶ πάνυ βεβουλευμένων· τὸ δὲ καινὸν τουτὶ πρᾶγμα οὐ τήμερον ἤρξατο, οὐδὲ ἡ περίστασις τοῦ νοσήματος εἰς τοῦτό με συνηνάγκασεν, ἀλλὰ καὶ εἰς βασιλείαν κριθεὶς, αὐτόν σε καλλίονα ὑπελάμβανον καὶ προσήκοντα μᾶλλον τῷ σχήματι, καὶ μετὰ ταῦτα δὲ τοῖς ἄλλοις σε κατὰ μέρος συγκρίνων ἁπάσαις ψήφοις τῶν πάντων ἐτίθουν βασιλικώτερον· τὸ μὲν οὖν ἐμὸν ὅπη κατέληξε καὶ εἰς βραχείας ἀναπνοὰς ἡ ζωὴ περιείληπται, τὸ δ' ἐντεῦθεν σύ τε μεταχειριεῖς τὸ κράτος καὶ τὰ τῆς ἀρχῆς θήσεις καλῶς, ἄνωθεν μὲν κεκριμένος εἰς τοῦτο, νῦν δὲ τὴν ἡγεμονίαν παρειληφώς· τὴν δέ γε γυναῖκα καὶ τὸ θυγάτριον, τόν τε ἀδελφὸν καὶ τὸν ἀνεψιὸν, τὰς μὲν ἀνέπαφόν σοι παρακαταθήκην πιστεύω, τῶν δὲ ἐγκελεύομαι φροντίζειν τε καὶ ἐπιμελεῖσθαι.» 7.90 Ἐπὶ τούτοις αἴρεται κρότος δάκρυσι σύμμικτος, καὶ τὸ περιεστηκὸς ἐπευφήμησε, καὶ ὁ πρὸς τὴν βασιλείαν κριθεὶς, ὥσπερ ἐν ἱεροῖς τελούμενος καὶ μυσταγωγούμενος τὰ θαυμάσια, σὺν αἰδοῖ καὶ κόσμῳ παρειστήκει τῷ αὐτοκράτορι. Τὰ μὲν οὖν τοῦ κράτους τῷ ἀνδρὶ προοίμια τοιαῦτα, τὰ δέ γε μετὰ ταῦτα οὐχ ἁπλῆν ἔχει τοῦ λόγου τὴν πρόοδον, ἀλλὰ τὰ μὲν αὐτῷ εὐθύτατα συμβεβήκει, τὰ δὲ πλάγια ἢ ἀντίρροπα. 7.91 Εἰ δέ τι τούτῳ καὶ παρ' ἡμῶν ἐγεγόνει, ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι, μὴ γὰρ