τοσοῦτον καυχήσαιμι, αὐτὸς δ' ἂν εἰδείη ὁ βασιλεὺς, ὡς πρὸς μὲν τὸ ἀντίρροπον ἀντίρροπος ἦν, συνεπεκούρουν δὲ φερομένοις τοῖς πράγμασι κατ' ὀρθὸν, καὶ τοσοῦτόν μοι τὸ περιὸν τῆς εἰς τὸν ἄνδρα προθυμίας καὶ διαθέσεως, ὅτι τῶν πραγμάτων ἤδη κυμαινόντων αὐτῷ, αὐτὸς τῶν οἰάκων ἐπιλαβόμενος, καὶ τὰ μὲν ἐνδιδοὺς, τὰ δὲ ἀντιτείνων, ἀκριβῶς τοῦτον εἰς τοὺς βασιλείους λιμένας κατήνεγκα. 7.92 Ὁποῖον δὲ αὐτῷ καὶ τὸ κράτος καὶ ὁ τῶν πράξεων χαρακτὴρ, τίνας τε γνώμας συνεισηνέγκατο τῇ ἀρχῇ, καὶ οἵας ἀρχὰς τεθεικὼς ἐφ' οἷα τέλη διέδραμεν, οἷός τε αὐτῷ ὁ σκοπὸς τῆς ἡγεμονίας, καὶ τίνα μὲν κατώρθωσεν ἀκριβῶς, τίνα δὲ αὐτὸς πρῶτος ἐφεῦρε, καὶ τίνα μὲν αὐτῷ θαύματος ἄξια, τίνα δὲ οὐ τοιαῦτα, καὶ ὅπως μὲν τὰ πολιτικὰ μετεχειρίσατο πράγματα, ὅπως δὲ τῷ στρατῷ προσηνέχθη καὶ τὰ ἄλλα ἔνθεν ἑλὼν διηγήσομαι. 7 ξονστ.τ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ιʹ 7 ξονστ. 1τ Βασιλεὺς Ῥωμαίων Κωνσταντῖνος ὁ ∆ούκας κρατήσας τῆς βασιλείας ἔτη ἑπτά. Περὶ τούτου τοῦ αὐτοκράτορος συντεμὼν τὸν λόγον ὅσα εἰκὸς καὶ τὸ σύνηθες τῇ συγγραφῇ μέτρον ἀποδιδοὺς, ἀκριβέστερον ὕστερον ἐρῶ καὶ ἑρμηνεύσω ὁποῖον μὲν αὐτῷ τὸ γένος, ὁποῖον δὲ τοῦ οἴκου τὸ σχῆμα, οἷον δὲ καὶ τὸ ἦθος, καὶ τίνων μὲν ἤρα, τίνων δὲ ἀπείχετο καὶ πρὸ τῆς ἀρχῆς καὶ μετὰ τὴν ἀρχήν· περὶ τίνος γὰρ ἄλλου τῶν βασιλέων μακρότερον διηγήσωμαι, ὃν καὶ ἰδιώτην ὄντα ἐπῄνεσα, καὶ βασιλέα γεγονότα ἐθαύμασα, καὶ οὗ μηδὲ βραχύ τι ἀπολελείμμην, ἀλλὰ περὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους εἱστήκειν, ὁπότε βασιλικοῦ προκαθέζοιτο βήματος, καὶ συνῆν ἐπὶ λόγοις καὶ τῆς αὐτῆς ἐκοινώνουν τραπέζης, καὶ ἀδιηγήτων χαρίτων ἀπέλαβον; 7 ξονστ.2 Οὗτος τοιγαροῦν ὁ θειότατος βασιλεὺς ἅμα τῷ τῆς ἀρχῆς ἐπιβῆναι, πρῶτον τίθεται σπούδασμα ἰσότητα καὶ εὐνομίαν κατασκευάσαι τοῖς πράγμασιν, καὶ πλεονεξίαν μὲν ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσενεγκεῖν· φύσεως δὲ τυχὼν πρὸς πᾶν ὁτιοῦν δεξιᾶς, πᾶσιν ἐπεφύκει βασιλικοῖς πράγμασιν· εἴτε γὰρ διαιτῶν δίκαις, οὐκ ἀσύνε τος ἦν τῶν πολιτικῶν ὑποθέσεων, ἀλλὰ καὶ λίαν εὐθυβολώ τατος· φιλοσοφίας δὲ καὶ ῥητορείας οὐ πάνυ μετέχων, κατ' οὐδὲν τῶν φιλοσόφων καὶ ῥητόρων ἀπελιμπάνετο, ὁπηνίκα ἢ λόγους ἀπαγγέλλοι ἢ δημηγοροίη, ἢ αὐτοσχεδιάζοι γρα φήν· εἴτε δὲ περὶ στρατιωτικοὺς καταλόγους ἐσπούδαζε, κατὰ δὲ τοῦτο τὸ μέρος πάντων ἐπρώτευε. 7 ξονστ.3 Τὴν δὲ βασιλείαν ἐν στενῷ ἀπειλημμένην ὁρῶν, πάντων αὐτῇ τῶν χρημάτων ἐξαντληθέντων, χρηματιστὴς ταύτῃ μέσος ἐγένετο, οὔτε ἀπειροκάλως τοῖς ἀναλώμασι χρώμενος, οὔτε θερίζων, ἵν' οὕτως ἐρῶ, ὅσα μὴ αὐτὸς ἔσπειρεν, ἢ συνάγων ὅσα μὴ διεσκόρπισεν, ἀλλ' αὐτὸς πρό τερον ἀφορμὰς καταβάλλων οὕτως τῶν οἰκείων πόνων ἀπ έλαβεν· ὅθεν οὐ πλήρεις μὲν, οὐδ' ἐπιχειλεῖς, ἡμιδεεῖς δὲ τοὺς βασιλείους θησαυροὺς ἐποιήσατο. Εὐσεβέστατος δὲ εἴπερ τις ἄλλος βασιλέων γενόμενος, κἀν τούτῳ τῷ μέρει πάντας ὑπερβαλλόμενος, πολέμους τε πολλάκις ἀπραγμα τεύτους κατώρθωσε καὶ ἀριστείοις στεφάνοις τὴν κεφαλὴν ἀνεδήσατο. 7 ξονστ.4 Ἑπτὰ δὲ ἔτη καὶ μικρόν τι πρὸς διαχειρισάμενος τὴν ἀρχὴν, νόσῳ δαπανηθεὶς ἐτετελευτήκει, ἀγῶνα μέγαν καταλιπὼν τοῖς ἐπαινεῖν αὐτὸν βουλομένοις. Ὀργῆς τε καὶ κρείττων ἐγένετο, καὶ οὐδὲν ἀπὸ ταὐτομάτου, ἀλλὰ λογισμῷ ξύμπαντα ἔπραττεν, καὶ οὔτε ψυχὴν ἀφείλετό τινος κἂν τὰ ἔσχατα τῶν κακῶν ἐπεπράχει, οὔτε τινὸς τῶν ἀκρωτη ρίων ἐστέρησεν, ἀλλὰ τῇ ἀπειλῇ βραχύ τι χρησάμενος, μετ' οὐ πολὺ καὶ ταύτην διέλυε, δάκρυα μᾶλλον ἐπὶ πᾶσιν ἀφιεὶς ἢ ὠμότητι χρώμενος.