σαν, ὡς ὁ λόγος τὸ ξύμπαν ἐν τοῖς κατὰ τὸν Κομνηνὸν λόγοις ἠκρίβωσε. 7 ξονστ.8 Τὸ μὲν οὖν πλῆθος ἅπαν τῷ βασιλεῖ τούτῳ συννενεύκεσάν τε καὶ συνεκέκλιντο, καὶ τὴν βασιλείαν λαμ βάνειν ἐπέτρεπον, ὁ δὲ ἀπεβιάζετο καὶ ὑπεχώρει λαμπρῶς, καὶ τῷ Κομνηνῷ Ἰσαακίῳ παρεχώρει τοῦ πράγματος, οὕτω τοῦ Θεοῦ πόρρωθεν οἰκονομοῦντος τὰ κατ' αὐτὸν, ὡς ἂν ἐννομώτερον ἐπὶ τὴν ἀρχὴν ἀναβαίη· τὰ δὲ μετὰ ταῦτα, ἵνα μὴ δὶς τὴν αὐτὴν ἀπολεπτύνω διήγησιν, κρατεῖ τῆς βασι λείας ὁ Κομνηνὸς, τὰς πλείους τῶν ὑποσχέσεων Κωνσταν τίνῳ τῷ ∆ούκᾳ διαψευσάμενος· ὁ δὲ καὶ αὖθις ἐπὶ τοῖς δευτέροις ἐφιλοσόφει καὶ κατ' οὐδὲν προσκεκρούκει τῷ βασιλεύοντι· ἐπεὶ δὲ οὗτος νοσήσας πρὸς τὸ θανεῖν ἐγεγό νει, ἀνάμνησιν ποιεῖται τῶν πρὸς αὐτὸν συνθηκῶν, σύμβου λον δὲ κἀμὲ πρὸς τὸ πρᾶγμα λαβὼν, οὐδεὶς γάρ με τῶν ἐπὶ τῆς ἐμῆς ἡλικίας αὐτοκρατόρων πλέον ἐκείνου ἐπῄνεσεν ἢ ἐθαύμασε, τοῦ μὲν γένους καταπεφρονήκει, ὅλοις δὲ ἱστίοις πρὸς ἐκεῖνον ἀπένευσεν. 7 ξονστ.9 Οἷον δὲ τοῦτο τὸ μέρος <καὶ> ὅθεν, βραχύ τι προσ διατρίψω τῷ διηγήματι· μέση μὲν οὖν ἡμέρα, καὶ τὸν βασι λέα ἡ τῆς νόσου συνέσχε καταβολὴ, καὶ ἡ ἀκμὴ τοῦ κακοῦ δριμυτέρα τῶν ἄλλων· ὡς γοῦν αὐτίκα τεθνηξόμενος μετα καλεῖται τὸν ∆ούκαν καὶ βασιλέα ποιεῖται τῷ ῥήματι, καὶ τὰ φίλτατα τούτῳ λαμπρῶς ἐγχειρίζει, γυναῖκα καὶ θυγα τέρα, καὶ ἀδελφὸν καὶ τὸ λοιπὸν γένος· σύμβολα δὲ αὐτῷ οὔπω ἐδεδώκει βασίλεια, ἀλλ' ἦν ἐν ἐπαγγελίαις τὸ πρό βλημα. 7 ξονστ.10 Οἷα δὲ τὰ μετὰ ταῦτα; ῥώννυται βραχύ τι ὁ βασι λεὺς καὶ δόξας οἷον τὴν ἕξιν ἀπειληφέναι, ἀμφίβολος ἐφ' οἷς ἔπραξε γίνεται, καὶ ὁ τῇ βασιλείᾳ προβιβασθεὶς ἐν δεινῷ τε καθίσταται καὶ ἀπορίᾳ συνέχεται· ἐδεδίει γὰρ οὐκ ἐπὶ τῇ ἀποτυχίᾳ μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ μετὰ ταῦτα δυσπρα γίᾳ καὶ ὑποψίᾳ· τί ποτ' οὖν ποιεῖ; τῶν ἄλλων ἀφέμενος, ἐπὶ τοῖς ἐμοῖς λογισμοῖς γίνεται καὶ τῆς ἀρχαίας ἀναμιμνήσκει φιλίας, καὶ ποιεῖν ὅ τι βουλοίμην ἢ πρότερον ποιοίμην οὐκ ἀποκνεῖ· ἐγὼ δέ σοι οὐκ ἐψευσάμην τὸν φίλον, ὦ θεία καὶ καθαρωτάτη ψυχή (προάγομαι γὰρ ὡς ἀκούοντι διαλέξα σθαι)· αὐτὸς ἂν εἰδείης ὡς τὰ πρῶτα συνεπεφύκειν, ὡς ἐπεθάρρυνον, ὡς ἐπερρώννυον, ὡς ἀθυμοῦντα παρεμυ θούμην, ὡς συγκινδυνεύσειν ἐπηγγελλόμην, εἰ καὶ τούτου δεήσειεν, ἔπειτα καὶ τ' ἄλλα, ὡς μετήνεγκά σοι τὸν ἀρχιε ρέα, καὶ πάντα πεποίηκα ὁπόσα τε ὁ καιρὸς καὶ ὁ λόγος τῆς φιλίας ἀπῄτει. 7 ξονστ.11 Ἵνα γὰρ προβιβάσω τῷ λόγῳ τὸ λεῖπον, σφοδροτέρα περίοδος καταλαμβάνει τὸν βασιλέα, καὶ ἤδη τὴν ζωὴν αὐτῷ πάντες συναπεγνώκεισαν, οὐδεὶς δὲ τῶν πάντων ἐθάρ ρει τοῖς βασιλικοῖς τοῦτον κοσμῆσαι συμβόλοις, εἰ μὴ αὐτὸς παρρησίᾳ χρησάμενος, τῶν πάντων μοι παραχωρούντων τῆς ἀρίστης βουλῆς, ἐπὶ τοῦ θρόνου τε καθίζω τοῦ βασιλείου καὶ τοῖς φοινικοῖς τέως ὑποδήμασι τοὺς πόδας ἁρμόζω· τὰ δ' ἄλλα τούτῳ συνηκολούθει, τῶν ἐν τέλει συνάθροισις, εἰσαγωγαὶ πρὸς τὸν αὐτοκράτορα, σέβας βασιλεῖ πρέπον, προσκύνησις καὶ ὁπόσα εἴωθεν ἐπὶ ταῖς τῶν αὐτοκρατόρων ἀναρρήσεσι γίνεσθαι. 7 ξονστ.12 Ἐπεὶ δέ με πρῶτον αὐτῶν εἶδεν ἀπαρχόμενον τοῦ σεβάσματος, τοῦ θρόνου τε εὐθὺς ἐξανίσταται καί με λαμ πρῶς ἀγκαλίζεται, καὶ τοὺς ὀφθαλμοὺς ἐπιτέγξας δακρύοις οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, πλὴν τοσαύτας μοι καθωμολό γησε χάριτας καὶ ἐν τοσαύταις ἐποίησεν ὅσαις οὐκ ἂν μὲν ἐξήρκεσεν, τὰς δὲ πλείους εἰς ἔργον ἠγάγετο. 7 ξονστ.13 Ἑσπέρα μὲν οὖν ἦν ὅτε ταῦτα ἐγεγόνει, τοῦ δὲ καιροῦ βραχὺ προϊόντος, ἀπογνοὺς <ὁ Ἰσαάκιος> παντάπασι τὴν βασιλείαν καὶ σωτηρίαν, τὴν κόμην τε ἀποκείρεται καὶ τὸ μοναδικὸν σχῆμα ἐνδύεται, καὶ τῆς περιόδου λωφησάσης αὐτῷ