περὶ μέσας νύκτας βραχύ τι διανίσταται, καὶ γνοὺς ἐφ' οἷς <ἐστι>, καὶ τὸ πᾶν ἀπογνοὺς, τόν τε βασιλεύοντα ἑωρακὼς καὶ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα βεβαιωσάμενος, εὐθὺς τῶν ἀνακτόρων ἀφίσταται καὶ νεὼς ἐπιβὰς ἐπὶ τὴν μονὴν τοῦ Στουδίου ὑποχωρεῖ. 7 ξονστ.14 Ὁ μὲν οὖν ἐκεῖσε δυσθανατῶν ἦν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ δὲ τελέως ἤδη τῆς βασιλείας ἐπειλημ μένος, καὶ πρῶτον ἐπὶ τοῦ βασιλείου θρόνου καθιδρυθεὶς, ἔτι προτεταμένου τοῦ παραπετάσματος (εἱστήκειν δὲ μόνος αὐτὸς ἀγχοῦ ἐπὶ δεξιᾶς), τὼ χεῖρε διάρας ὑπὲρ κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς δακρύων πληρώσας, χάριτας ἀνθωμο λόγησε τῷ Θεῷ, καὶ τοῦτο πρῶτον αὐτῷ καθιέρωσε· ἔπειτα τὸ κάλυμμα διασχὼν καὶ τὴν γερουσίαν εἰσκαλεσάμενος καὶ ὅσοι τοῦ στρατιωτικοῦ γένους τότε ἐτύγχανον ὄντες, τούς τε ἐπὶ τῶν ἀρχείων καὶ τοὺς ἐπὶ τῶν δικαστηρίων τούτοις συναγαγὼν, περὶ δικαιοσύνης καὶ φιλανθρωπίας καὶ πραγ μάτων εὐθύτητος σύμμετρον τοῖς εἰσκεκλημένοις δημηγο ρίαν ἀπεσχεδίασεν, τὰ μὲν τῷ δικαίῳ διδοὺς, τὰ δὲ τῷ φιλανθρώπῳ καὶ βασιλικῷ ἤθει· ἔπειτα κἀμέ τινα τῷ καιρῷ πρόσφορα ἐπιτρέψας εἰπεῖν, λύει τὴν ἐκκλησίαν. 7 ξονστ.15 Εἶτα δὴ τῶν πράξεων τῶν ἐπὶ τοῖς λόγοις ἀπάρ χεται, δύο ταῦτα τέως ποιεῖν προθέμενος, εὐεργετεῖν καὶ δικαιοδοτεῖν· οὐδένα γοῦν τῶν πάντων ἀφῆκεν ἀγέραστον, οὐ τῶν ἐν τέλει, οὐ τῶν μετ' ἐκείνους εὐθὺς, οὐ τῶν πόρ ρωθι, ἀλλ' οὐδὲ τῶν βαναύσων οὐδένα· αἴρει γὰρ καὶ τού τοις τοὺς τῶν ἀξιωμάτων βαθμοὺς, καὶ διῃρημένου τέως τοῦ πολιτικοῦ γένους καὶ τοῦ συγκλητικοῦ, αὐτὸς ἀφαιρεῖ τὸ μεσότοιχον καὶ συνάπτει τὸ διεστὼς, καὶ τὴν διάστασιν μετατίθησιν εἰς συνέχειαν. 7 ξονστ.16 Ὁρῶν δὲ τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμ μένους, καὶ τοὺς μὲν τὸ πλέον τοῦ δικαίου ἔχοντας, ἑτέρους δὲ ὑπ' ἐκείνων τυραννουμένους, ἐπὶ τὸ δικάζειν ἐτράπετο, λεῖα, κατὰ τὸν βασιλέα καὶ προφήτην, ὁρῶν· καὶ τοῖς μὲν ἀδικοῦσι γενόμενος ἐμβριθὴς, τοῖς δὲ ἀδικουμένοις χαριέ στατός τε καὶ εὐμενής· ἐφειστήκεισαν γοῦν ἄμφω τὼ μέρει, ὅ τε φεύγων καὶ ὁ διώκων, οὐδὲν πλέον οὔτε ἔλαττον ἐπὶ τῆς κρίσεως ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι· ἐντεῦθεν τὰ κεκρυμμένα τέως ἀνεκαλύπτετο, καὶ ὁ ἑκάστου τῶν πάντων τρόπος ἐδοκιμάζετο, μᾶλλον δὲ ἀπηλέγχετο. Νόμοι δὲ τότε πρότερον πάροδον λαβόντες εἰς τὰ ἀνά κτορα σεμνῶς πάνυ ἀνηγορεύοντο, καὶ συγγραφαὶ μὲν ἄδικοι διερρήγνυντο, πᾶν δὲ τὸ τιθέμενον ἢ γραφόμενον παρ' αὐτοῦ ἢ νόμος ἄντικρυς ἦν, ἢ νόμου τι δικαιότερον. Οἱ δ' ἐπὶ τῶν ἀγρῶν, οἳ τὸ πρὶν μηδὲ τὸν βασιλεύοντα ᾔδεισαν, καθα ρῶς αὐτῷ ἐνητένιζον, καὶ φιλανθρώπων μὲν λόγων, φιλαν θρωποτέρων δὲ πράξεων μετελάμβανον. 7 ξονστ.17 Ταῦτά τε οὖν ἐποίει, καὶ τῶν δημοσίων φόρων ἐφρόντιζεν. Ἐπεὶ δὲ οὐκ ἐγκώμιον τὰ γραφόμενα, ἀλλ' ἀλη θὴς ἱστορία, ἑαυτῷ μόνῳ συμβούλῳ περὶ τὰ πρακτέα χρώ μενος, ἔστιν οὗ καὶ ἡμάρτανε τοῦ ἀκριβεστέρου σκοποῦ· τὸ γοῦν βουλόμενον αὐτῷ ἦν μὴ πολέμοις τὰ περὶ τῶν ἐθνῶν διατίθεσθαι, ἀλλὰ δώρων ἀποστολαῖς καί τισιν ἑτέραις φιλοφροσύναις, δυεῖν ἕνεκα, ἵνα μήτε τὰ πλείω κατανα λίσκοι τοῖς στρατιώταις, καὶ αὐτὸς διαγωγὴν ἔχοι ἀθόρυβον. 7 ξονστ.18 Ἀγνόημα δὲ μέγα ἠγνόησεν, ὅτι τῆς στρατιω τικῆς καταλυομένης μερίδος τὰ τῶν ἐναντίων αὐξάνοιτο καὶ ἐπὶ τὸ μεῖζον καθ' ἡμῶν φέροιτο· ἔδει μὲν οὖν τὸ τοι οῦτον ἀτόπημα, φημὶ δὲ τὸ ἀσύμβουλόν τε καὶ ἀπερίσκεπ τον, πάντων ἀπελαθῆναι τῶν βασιλέων, ἀλλὰ τὸ φίλαυτον, καὶ τὸ ἐνίους τῶν αὐτοκρατόρων παρὰ τῶν τυχόντων θω πεύεσθαι ὡς πᾶσιν ἀρκοῦντας πράγμασι, δελεάζει τε τὰ πολλὰ καὶ ἐκτραχηλίζει τοῦ δέοντος, καὶ τὸν μὲν ὑπὲρ τοῦ καλοῦ παρρησιαζόμενον ὕποπτον ἥγηνται, τὸν δὲ ὑποθω πεύοντα ἡδέως ἐναγκαλίζονται καὶ ἀξιοῦσι τῶν ἀπορρήτων·