ἐπιβουλευ σάντων αὐτῷ, ὡς τιμῆς μὲν καὶ χρημάτων οὐκ ἀποστερή σοι τούτους, ἀντ' ἐλευθέρων δὲ ὡς ἀργυρωνήτοις αὐτοῖς χρήσαιτο· «Ἀφειλάμην δὲ οὐκ ἐγὼ τὴν ἐλευθερίαν αὐτοὺς, ἀλλ' οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαν τες.» Τοῖς δὲ λόγοις ἐξόχως προσκείμενος·» Ὤφελον, ἔλεγεν, ἐκ τούτου ἢ τῆς βασιλείας γνωρίζεσθαι.» Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο· «Εὐφήμει, εἶπεν, καὶ εἰ βούλοιό γε πεσόντι ἐπένεγκε πληγήν τε καὶ αὐτός.» Πρὸς δὲ τὸν τοὺς νόμους ἐξακριβούμενον ἐπὶ τὸ βούλεσθαι ἀδικεῖν· «Οὗτοι, ἔφησεν, οἱ νόμοι ἡμᾶς ἀπολω λέκασιν.» Ἀποχρῶντα ταῦτα τῷ βασιλεῖ. 7 ευδ,ρομ.τ ΕΥ∆ΟΚΙΑ- ΡΩΜΑΝΟΣ ∆ʹ 7 ευδ,ρομ.1τ Εὐδοκία βασιλὶς σὺν Μιχαὴλ καὶ Κωνσταντίνῳ τοῖς παισί. Ἡ βασιλὶς Εὐδοκία, κατὰ τὰς τοῦ ἀνδρὸς καὶ βασι λέως διατάξεις τῶν ὅλων ἐγκρατὴς γενομένη, οὐκ ἐφ' ἑτέ ροις τὴν βασιλείαν πεποίηται, οὐδ' αὕτη μὲν οἰκουρεῖν τὰ πολλὰ ἠξίου, τῶν δὲ ἐν τέλει τισὶ πιστεύειν τὰ πράγματα, ἀλλ' αὐτὴ περιζωσαμένη τὴν δυναστείαν τῆς ὅλης ἡγεμο νίας γίνεται, λιτῶς τε τὰ πρῶτα διακειμένη καὶ μηδέν τι περιττὸν ἐπί τε κόσμοις καὶ προόδοις ἐμφαίνουσα· ἐν πᾶσι δὲ ἐξεταζομένη καὶ πᾶσιν ἁρμόζουσα πράγμασιν, ἀρχαιρε σίαις, πολιτικαῖς ὑποθέσεσι, δημοσίων συνεισφοραῖς ἔστιν ὅπη παρείκοι, καὶ τὰς βασιλείους φωνὰς ἀπαγγέλλουσα· τοσοῦτον γὰρ αὐτῇ τὸ περιὸν τοῦ φρονήματος. Ἐμέσευε γοῦν τῶν υἱέων, οἱ δὲ μονονοὺκ ἐπεπήγεσαν ἐκείνην ἀκρι βῶς δεδιότες καὶ σεβαζόμενοι. 7 ευδ,ρομ.2 Τὸ μὲν οὖν τὸν Κωνσταντῖνον αἰδεῖσθαι ταύτην, παῖδά τε ὄντα καὶ οὔπω τῶν πραγμάτων ξυνιέναι δυνάμε νον, οὔτε θαυμάσομαι, οὔτε ἐπαινέσαι τοῦτον τῆς αἰδοῦς προαχθήσομαι· τὸ δὲ τὸν Μιχαὴλ ὑπείκειν αὐτῇ καὶ τῶν ὅλων πραγμάτων παραχωρεῖν, ἤδη τε πρὸ πολλοῦ τὴν ἥβην ἐκβεβηκότα καὶ τῆς φρονούσης ἡλικίας γενόμενον, τήν τε φρόνησιν τελείαν κτησάμενον καὶ πεῖραν ταύτης δεδωκότα ἐν πολλοῖς πράγμασι, τοῦτο οὔτε συγκρίνεσθαι πρὸς ἕτερον τοιοῦτον ῥᾴδιον, οὔτε ἀρκούντως τινὰ τῶν πάντων δυνατὸν εὐφημεῖν· ἀλλ' εἶδον τοῦτον ἐγὼ πολλάκις, λέγειν μὲν δυνάμενον ἐπὶ τῆς μητρὸς, σιωπῶντα δὲ ὥσπερ οὐ δυνάμε νον λέγειν, καὶ πράττειν μὲν πᾶν ὁτιοῦν ἐξισχύοντα, πρά ξεων δὲ βασιλικῶν ἀπεχόμενον. 7 ευδ,ρομ.3 Οὐ μὴν κατωλιγώρει τὰ πρῶτα τούτου ἡ μήτηρ, ἀλλ' ἐφ' ἑαυτῆς προγυμνάζουσα, εἶτα δὴ καὶ ἀρχαιρεσιά ζειν ἐδίδου καὶ δικάζειν προέτρεπεν· ἐφίλησε γοῦν πολλά κις προσελθοῦσα, καὶ ἐγκωμίων ἠξίωσε καὶ ὄνασθαι τούτου κατηύξατο, ἐρρύθμιζέ τε τούτῳ τὸ ἦθος, καὶ ἠρέμα ἐπὶ πᾶσαν ἐνέργειαν βασιλεῖ πρέπουσαν προεβίβαζεν. Ἐμοὶ γοῦν πολλάκις αὐτὸν ἐνεχείρισε καὶ τὰ δέοντα νουθετεῖν τε καὶ συμβουλεύειν παρεκελεύσατο. Ἐκάθητο δὲ ἐπὶ τοῦ βασιλείου βήματος ἅμα τῷ ἀδελφῷ Κωνσταντίνῳ· χρηστό τατος δὲ ὢν εἴπερ τις ἄλλος, οὐ πάντα ἐφ' ἑαυτοῦ ἔπρατ τεν, ἀλλὰ καὶ τῷ ἀδελφῷ πολλάκις τῶν βασιλικῶν ἐκοι νώνησε πράξεων. Εἶχε μὲν οὖν οὕτω τούτοις τὰ πράγ ματα, καὶ μέχρι παντὸς ἂν ἡ αὐτὴ τάξις τετήρητο, εἰ μὴ δαίμων τις τοῖς πραττομένοις ἀντέπεσεν. 7 ευδ,ρομ.4 Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος, τοσοῦτον ἂν περὶ τῆς βασιλίδος Εὐδοκίας εἴποιμι, ὅτι οὐκ οἶδα εἴ τις ἄλλη γυναικῶν σωφροσύνης ἐγεγόνει παράδειγμα, ὡς ἐκείνη τὸν μέχρι τούτου τῆς ζωῆς βίον ἐβίωσε· λέγω δὲ οὐχ ὅτι καὶ μετὰ ταῦτα τὴν σωφροσύνην ἠλλάξατο, ἀλλ' ὅτι τῆς ἀκρι βείας ὑφῆκε καὶ μὴ τὴν αὐτὴν ἰδέαν μέχρι