παντὸς τῆς γνώμης ἐτήρησεν· ἀπολογισαίμην δ' ἂν καὶ τοῦτο ὑπὲρ αὐτῆς, ὡς οὐδ' εἴ τι καὶ παρηλλοίωτο, ἡδονῶν ἥττηται καὶ σαρκὸς ἐπιθυμίας ἠλάττωται, ἀλλὰ διέσεισαν αὐτὴν φόβοι πολλοὶ περὶ τοῖς υἱέσι, μὴ τὴν βασιλείαν ἀφαιρεθεῖεν, μὴ ὄντος τοῦ προεστηκότος καὶ περιέποντος. Ἐκείνῃ γὰρ οὐδ' ὁ βασιλικὸς βίος καθ' ἡδονὴν ἦν· ἐρῶ δέ τι τούτου σύμβολον μέγιστον· ἐγὼ γὰρ ταῦτα συγγράφων ἦν δὲ ἀδελ φὸς τοῦ ἐκείνης πατρὸς ἐκ πνευματικῆς διαθέσεως, καί με ὑπὲρ πάντας ἐθείαζέ τε καὶ ἐξεθείαζεν· ἐφ' ἑνὸς γοῦν αὐτῇ τῶν καιρῶν ἐπὶ θείῳ νεῲ συγγενόμενος, ἐπειδὴ προσηλωμένην εἶδον Θεῷ καὶ οἷον ἐξηρτημένην τοῦ Κρείτ τονος, ὄνασθαι τοῦ κράτους μέχρι παντὸς κινηθεὶς ἐκ προ θυμίας ηὐξάμην· ἡ δέ μοι ἐπιστραφεῖσα τὸν λόγον ἐμέμ ψατο καὶ ἀρὰν τὴν εὐχὴν ἐλογίσατο· «Μὴ οὕτως ὀναίμην τῆς βασιλείας, εἰποῦσα, ὥστε καὶ θανεῖν βασιλεύουσα.» Τοσοῦτον γοῦν με οὗτος ὁ λόγος ἐξεδειμάτωσεν, ὥστε ἐκεῖθεν ὡς κρείττονι ταύτῃ προσέχειν τὸν <νοῦν>. 7 ευδ,ρομ.5 Ἀλλ' εὐμετάβλητον ζῷον ὁ ἄνθρωπος, καὶ μάλιστα εἰ καὶ προφάσεις ἰσχυραὶ τῆς μεταβολῆς ἔξωθεν γένοιντο· εἰ γὰρ καὶ τὸ ἦθος στάσιμος ἡ βασιλὶς αὕτη καὶ τὴν ψυχὴν γενναία, ἀλλ' οἱ ἐπιρρέοντες ποταμοὶ κλονοῦσιν αὐτῇ τὸν πύργον τῶν σωφρονικῶν λογισμῶν καὶ πρὸς δευτέραν εὐνὴν ἀνδρὸς κατακλίνουσι· καὶ πολλοῖς μὲν τὸ πρᾶγμα γνώριμον ἐγεγόνει καὶ ἀμφὶ ταῖς γλώσσαις ἐκλώθετο, ἐμοὶ δὲ οὐδ' ὁπωστιοῦν τοῦ ἐνθυμήματος ἡ βασιλὶς ἐκοινώνη σεν, αἰδοῖ πάντως τὴν γλῶσσαν ἐπέχουσα, ἵνα μὴ πρὸς τὸν αὐτὸν τοὺς ἐναντίους διαπλέκοιτο λόγους, ἐβούλετο δ' ὅμως κἀμὲ τοῦ σκέμματος μετασχεῖν· ὅθεν μοι προσιών τις τῶν τὰ χείρω μυσταγωγούντων αὐτῇ, προὔτρεπεν εἰπεῖν αὐτῇ καὶ παρρησιάσασθαι, ὥστε βασιλέα γενναῖον ἐπιστῆσαι τοῖς πράγμασιν. Ἐγὼ δὲ τοσοῦτον πρὸς αὐτὸν εἰρήκειν, ὡς οὔτ' ἂν εἴποιμι τοῦτο, οὔτε πείσαιμι εἰρηκὼς, οὔτε εἰς καλὸν τῆς γλώττης ὀναίμην. 7 ευδ,ρομ.6 Τέως δὲ τὸ πρᾶγμα ὑπεψιθύριστο τοῖς πολλοῖς, καὶ τῇ βασιλίδι ὁ βασιλεύσων ἀφώριστο, καὶ κατὰ τὰ ξυγ κείμενα τὴν τήμερον μὲν ἐπίδοξος ἐπιδημῆσαι τῆς Πόλεως ὁ προσδοκώμενος ἦν, τὴν δὲ αὔριον ὁ βασιλικὸς αὐτῷ θρό νος ἀφώριστο. Ἑσπέρας δέ με προσκαλεσαμένη ἡ βασιλὶς, καὶ μόνον ἀπολαβοῦσα, εἶτα δὴ καὶ δακρύουσα· «Οὐκ οἶσθα, ἔφησεν, ὡς ἀπανθεῖ τὰ τῆς βασιλείας ἡμῖν πράγματα καὶ εἰς τοὐπίσω χωρεῖ, πολέμων μὲν ἀναρριπιζομένων συχνῶν, βαρβαρικοῦ δὲ πλήθους πᾶσαν τὴν ἕω ληϊζομένων· πῶς οὐ τὰ δεινὰ σταίη τοῖς πράγμασιν;» Ἐγὼ δὲ μηδὲν τῶν γεγο νότων εἰδὼς, μηδ' ὅτι ἐπὶ θύραις τῶν ἀνακτόρων ὁ βασιλεύ σων εἱστήκει· «Οὐ τῶν προχείρων τὸ πρᾶγμα, ἔφησα, ἀλλὰ τῶν βουλῆς δεομένων καὶ σκέψεως· τήμερον οὖν προ βαλοῦ, καὶ αὔριον ἀκροῶ, τοῦτο δὴ τὸ τοῦ ῥήματος.» Ἡ δὲ βραχύ τι ἐπιγελάσασα· «Ἀλλ' οὐ δεῖ τινος, ἔφησε, φροντίδος· τὸ δὲ καὶ πεφρόντισται καὶ διώρισται· ὁ γὰρ τοῦ ∆ιογένους υἱὸς Ῥωμανὸς τὸ βασιλεύειν ἠξίωται καὶ τῶν ἄλλων προκέκριται.» 7 ευδ,ρομ.7 Ἐπάγην ἀκούσας εὐθὺς καὶ ὅ τι γενοίμην οὐκ ἔχων· «Ἀλλ' αὔριον, ἔφησα, κοινωνὸς τοῦ πράγματος καὶ αὐτὸς ἔσομαι·» ἡ δὲ· «Μή μοι τὴν αὔριον, πρός με εἰρή κει, ἀλλ' αὐτίκα μοι κοινώνει τῆς πράξεως.» Τοσοῦτον δὲ αὖθις αὐτὴν ἠρωτήκειν· «Ὁ δέ γε υἱός σου καὶ βασιλεὺς, ὃς δὴ καὶ ἐπίδοξος ἦν μοναρχεῖν, συνίστωρ τοῦ γενομένου καθέστηκεν;» Ἡ δὲ· «Παντάπασι μὲν οὐκ ἀγνοεῖ, ἔφησε, τὸ δρώμενον, τὸ δὲ ἀκριβὲς οὐκ οἶδε τοῦ πράγματος· ἀλλ' εἰς καλὸν τοῦ υἱέος μοι μέμνησαι· ἀναβησώμεθα κοινῇ πρὸς αὐτὸν καὶ τὸ πρᾶγμα διηγησώμεθα· καθεύδει δὲ ἄνωθί που ἔν τινι τῶν βασιλικῶν κοιτωνίσκων.» 7 ευδ,ρομ.8 Ἀνεληλύθειμεν γοῦν, ἐκείνη μὲν οὐκ οἶδ' ὅπως ἔχουσα τὴν ψυχὴν, ἐγὼ δὲ ἐτεταράγμην καὶ μοί τις κλόνος ἐξαπιναίως διέσεισε τὰ ὀστᾶ· ὡς δὲ ἐπὶ τῆς