κλίνης τοῦ παιδὸς ἡ μήτηρ καθῆστο· «Ἀνίστασο, ἔφη, κάλλιστέ μοι τῶν υἱέων καὶ βασιλεῦ, καὶ δέξαι τὸν πατρωὸν, ἀντὶ πατρὸς οὐκ ἄρχοντα, ἀλλ' ὑπείκοντα, τοιοῦτον γάρ σοι τοῦτον ἐν γράμμασιν ἡ μήτηρ ἐδέσμησεν.» Ὁ δὲ αὐτίκα ἐξαναστὰς, ἐμὲ μὲν ὑπεβλέψατο οὐκ οἶδ' ὅ τι ἐνθυμηθεὶς, ἅμα δὲ τῇ μητρὶ τοῦ δωματίου ἐν ᾧ ὕπνωττε κατελθὼν, τόν τε βασιλέα ἤδη τεθέαται, μηδὲν διαλλάξας μήτε τῆς ψυχῆς μήτε τοῦ χρώματος, καὶ ἀσπασάμενος, κοινωνὸς αὐτῷ καὶ τῆς βασι λείας καὶ τῆς εὐθυμίας καθίσταται. 7 ευδ,ρομ.9 Μετάκλητος δὲ καὶ ὁ καῖσαρ ἐπὶ τούτοις γίνε ται, καὶ τὴν σύνεσιν τότε μάλιστα ἐπιδείκνυται, καὶ τοῦ ἀνεψιοῦ καὶ βασιλέως φροντίσας ὅσα εἰκὸς, καί τινας φωνὰς ὑπὲρ ἐκείνου ἀφεὶς, συμπανηγυρίζει τοῖς βασι λεύουσι, καὶ μονονοὺ τὸν ὑμέναιον ᾄδει καὶ τῶν ἐπιγαμίων ἐμφορεῖται κρατήρων· καὶ οὕτω ἐπὶ τῷ βασιλεῖ Ῥωμανῷ ἡ τῆς βασιλείας ἐγεγόνει κατάστασις. 7 ευδ,ρομ.10τ Ἡ βασιλεία Ῥωμανοῦ τοῦ ∆ιογένους. Τῷ βασιλεῖ τούτῳ, φημὶ δὴ Ῥωμανῷ τῷ τοῦ ∆ιογένους, τὸ μὲν γένος ἀρχαῖον καὶ εὔδαιμον, πλὴν τοῦ πατρός· οὗτος γὰρ ἐπὶ τυραννικαῖς αἰτίαις ἁλοὺς ἐπὶ τοῦ αὐτοκρά τορος Ῥωμανοῦ τοῦ κατὰ τοὺς Ἀργυροὺς, ἑαυτὸν ὤσας κατὰ κρημνοῦ ἐξαπόλωλε· ὁ δὲ τρόπος ἔστι μὲν οὗ κατευ θύνων, τὰ πλείω δὲ εἰρωνικός τε καὶ ἀλαζὼν, ἀλλ' οὐδ' αὐτὸς τὰς τυραννίδας ἐκπέφευγεν, ἀλλὰ τὸν μὲν ἄλλον χρόνον ἐλάνθανεν, ἐπὶ δὲ Εὐδοκίας τῆς βασιλίδος, ἣν ὁ λόγος φθάσας ὑπεζωγράφησε, τὸ κρυπτόμενον ἐγύμνωσε βού λευμα· ἀλλ' εὐθὺς ἑαλώκει, καὶ δίκας ἂν ἐδεδώκει ὧν ἐτε τολμήκει, εἰ μὴ τὸ τῆς βασιλίδος φιλάνθρωπον ὑπεξεῖλε τοῦτον τῆς κατακρίσεως, παρ' ᾧ καὶ εἰς τὴν κρίσιν ἠπάτη ται· ᾠήθη γὰρ ὡς εἰ βασιλέα ποιήσειεν ὃν δέον ἀνελεῖν σέσωκεν, ἑαυτῇ τὸ πᾶν τοῦ κράτους περιποιήσαιτο, καὶ οὐκ ἂν ἐκεῖνον ἄλλο τι φρονεῖν παρ' ὅπερ αὐτὴ βού λοιτο, δίκαια μὲν ὑπολαμβάνουσα, διημαρτήκει δὲ τοῦ σκοποῦ· οὐ πολλὰς γὰρ ἡμέρας ὑποκριθεὶς αὐτῇ τὴν ὑπα κοὴν, εὐθὺς τῶν οἰκείων ἐγεγόνει ἠθῶν, καὶ ὅσον ἐκείνη κατάρχειν τούτου ἐβούλετο καὶ οἷον τὸν δυναστεύοντα λεοντοκομεῖν, τοσοῦτον ἐκεῖνος τὸν χαλινὸν ἐδυσχέραινε καὶ δεινῶς πρὸς τὴν ἐπέχουσαν χεῖρα ὑπέβλεπεν· καὶ τὰ μὲν πρῶτα ἐντὸς ὀδόντων ὑπετονθόρυζεν, εἶτα δὴ καὶ ἐπε δημοσίευε τὴν δυσχέρειαν. 7 ευδ,ρομ.11 Ἐμοὶ δὲ προσεῖχεν ὡς κρείττονι· ὅτε γὰρ μετὰ τῶν ἰδιωτῶν ἐτέτακτο, δουλοπρεπέστατα πρός με διέκειτο, καί τινος καὶ παρ' ἐμοῦ συμμαχίας ἀπολελαύκει, καὶ ὃς οὐκ ἐπελέληστο ταύτης τῆς βασιλείας ἀξιωθεὶς, ἀλλ' ἠγάπα τε καὶ ἐσέβετο τοσοῦτον, ὡς καὶ ὑπανίστασθαί μοι προσιόντι καὶ τὰ πρῶτα χαρίσασθαι τῆς πρὸς αὐτὸν οἰκειώσεως· ἀλλὰ τοῦτο μὲν πάρεργον κείσθω τοῦ λόγου. Ὁ δὲ ἐβούλετο μὲν αὐταρχεῖν καὶ τὸ κράτος τῶν πραγμάτων ἔχειν μονώτατος, οὔπω δέ τι γενναῖον τῇ ἀρχῇ συνεισενεγκὼν ἐταμιεύετο τὸν καιρόν· καὶ τούτου τε ἕνεκα τοῦ σκοποῦ, πρὸς δὲ καὶ τῆς ὑπὲρ τῶν ὅλων σωτηρίας, κηρύττει κατὰ Περσῶν πόλεμον. 7 ευδ,ρομ.12 Κἀγὼ μὲν, ὅπερ δὴ ποιεῖν εἴωθα τὰ συνοίσοντα τοῖς βασιλεύουσι παραινεῖν, ἐπεῖχον τὸν ἄνδρα, καὶ πρότερον ἔφασκον περὶ τῶν στρατιωτικῶν δυνάμεων διαλέγεσθαι καὶ καταλόγους ποιεῖν, καὶ ξενικὴν συμμαχίαν προσαγαγεῖν, εἶθ' οὕτως ἐφ' ἑτοίμοις τοῖς πράγμασιν πολεμεῖν αἱρεῖσθαι· οἱ δέ γε εἰωθότες παρὰ τὴν ἐμὴν γλῶσσαν λαλεῖν, πλὴν ἐνίων, καὶ τότε καὶ νῦν τὰ πράγματα διεφθάρκασιν. Ἐνίκα γοῦν τὰ χείρω· καὶ τὴν πολεμικὴν πανοπλίαν ἀπὸ τῶν ἀνακτόρων ἐνδὺς, ἀσπίδα τε λαβὼν τῇ ἀριστερᾷ καὶ δόρυ τῇ δεξιᾷ, κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ, ᾤετο τῇ μὲν ἀποφράττειν τοῖς πολεμίοις τὴν ἔφοδον, τὸ δόρυ δὲ ταῖς πλευραῖς ἐπωθεῖν· καὶ ἐπὶ τούτοις οἱ μὲν ἄλλοι ἠλάλαζον καὶ τὼ χεῖρε ἐκρότουν, ἐγὼ δὲ ἐσκυθρώπαζον τῶν μελλόντων ὁπόσον