εἰκὸς στοχαζόμενος. 7 ευδ,ρομ.13 Ἐξεληλύθει γοῦν κατὰ τῶν βαρβάρων πανστρα τιᾷ, οὔθ' ὅπη πορεύηται ἐπιστάμενος οὔθ' ὃ δράσειεν· ἐπεπλάνητο γοῦν ἑτέραν μὲν προθέμενος, ἑτέραν δὲ πορευό μενος, καὶ Συρίαν μὲν καὶ Περσίδα περινοστούμενος, το σοῦτον δὲ κατορθῶν ὁπόσον ἀνάγειν τὸ στράτευμα καὶ ἐπὶ μετεώρων λόφων ἱστᾶν, καὶ αὖθις κατάγειν, στεναῖς τε ἀπολαμβάνειν ὁδοῖς καὶ πολλοὺς ἀπολλύειν τῷ στρατηγή ματι. Τέως μὲν οὖν τῷ δοκεῖν τροπαιοφόρος ἐπάνεισιν, οὔτε Μηδικὰ σκῦλα κομίσας ἡμῖν οὔτε Περσικὰ, ἀλλὰ τούτῳ μόνῳ τῶν πάντων ἐπαιρόμενος ὅτι κατὰ τῶν ἐναντίων ἐστράτευσεν. 7 ευδ,ρομ.14 Αὕτη πρόφασις αὐτῷ πρώτη τῆς ἀλαζονείας ἐγένετο· ἐντεῦθεν καὶ τῆς βασιλίδος κατωλιγώρει, καὶ τῶν ἐν τέλει καταπεφρονήκει, καὶ τῶν συμβούλων ἀφέμενος, τοῦτο δὴ τὸ τῶν βασιλέων ἀνίατον νόσημα, ἑαυτῷ πρὸς πᾶν ὁτιοῦν ἐχρῆτο καὶ συμβούλῳ καὶ παραινέτῃ. Ἐγὼ δὲ, ὄμνυμι δὲ Θεὸν ὃν ἡ φιλοσοφία πρεσβεύει, ὑπορυττόμενα καταλαμβάνων βουλεύματα, καὶ περὶ τῇ βασιλίδι καὶ τοῖς πράγμασι δείσας μὴ πάντα συγχυθείη καὶ ἀνατραπείη, τοῦ σκοποῦ τε τοῦτον ἀπῆγον, καὶ τῶν συνθηκῶν ὑπεμίμνῃ σκον, ἐνσείων καὶ φόβον ὅπη παρείκοι, μήπως ἐναντίον αὐτῷ τὸ τέλος τῶν ἐνθυμημάτων γένοιτο. Ἐπεὶ δὲ καὶ ἡ βασι λεύουσα πολλάκις ὑπ' ἐκείνου πληγεῖσα διῳδήκει τὴν ψυχὴν καὶ ὕπουλον εἶχε τὸ φρόνημα, ἀμφοτέροις ἐμαυτὸν μερίζων ὑπὲρ ἑκατέρου πρὸς ἕκαστον ἐποιούμην τοὺς λόγους. 7 ευδ,ρομ.15 Οὐ πολὺς χρόνος διεληλύθει, καὶ πρώτου εὐθὺς ἔαρος τὰ τῶν ἐναντίων ὤδινε, καὶ τὸ προλαβὸν τρόπαιον τοῦ βασιλέως ἠλέγχετο· δευτέρων οὖν αὖθις πολέμων παρα σκευαὶ, καὶ ἵνα τὰ ἐν μέσῳ συντέμω, κἀγὼ τῆς στρατείας πάρεργον γίνομαι· τοσαύτην γάρ μοι ἀνάγκην τοῦ συναπαί ρειν τούτῳ ἐπήνεγκεν, ὅσην οὐκ ἐνῆν ἀπώσασθαι· λέγειν μὲν οὖν τὴν αἰτίαν, δι' ἥν με ἑαυτοῦ παντάπασιν ἐποιήσατο, νῦν μὲν οὐκ ἂν εἴποιμι, τῆς ἱστορίας τὰ πολλὰ συντέμνων, ἐρῶ δὲ ὁπότε περὶ τούτων ξυγγράφοιμι· οὔπω δὲ ταύτην διαπέφευγα, ὡς μήτ' ἐμοὶ λαβὴν κακονοίας πρὸς ἐκεῖνον γενέσθαι, μήτ' αὐτῷ τὰ πάντα διαπεσεῖν. 7 ευδ,ρομ.16 Λόγων μὲν οὖν ἡττᾶσθαι τῶν ἐμῶν ἐπὶ πᾶσι διωμολόγει, λέγω δὲ τῶν περὶ τὰς ἐπιστήμας, ἐβούλετο δέ μου τὸ πλέον ἔχειν τῆς στρατηγικῆς συνέσεως· ὡς δέ με εἶδε τὴν τακτικὴν ἐπιστήμην ἠκριβωκότα καὶ ὅσα περὶ λόχους καὶ τάξεις, καὶ ὅσα περὶ μηχανημάτων κατασκευὰς, καὶ ἁλώσεις πόλεων, καὶ τἄλλα ὅσα στρατηγικῶν εἰσι διατάξεων, ἐθαύμασε μὲν, ἐβάσκηνε δὲ, ἀντείχετο δέ μου τοσοῦτον καὶ περιείχετο· εἰδόσι δὲ λέγω πολλοῖς τοῖς τότε ἡμῖν συστρα τεύουσιν, ὡς μὴ τῆς διαθέσεως ταύτης εἶναι ὑπερβολήν. 7 ευδ,ρομ.17 Ἐγεγόνει δὲ οὐδ' ὁ δεύτερος αὐτῷ πόλεμος ἔχων τι τοῦ προτέρου πλέον, ἀλλ' ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντη ἰσόρροπος· εἰ δὲ κατὰ μυρίους μὲν ἡμεῖς πίπτοιμεν, δύο δὲ ἢ τρεῖς ἁλοῖεν πολέμιοι, οὐ νενικήμεθα, καὶ πολὺς ἐφ' ἡμῖν κατὰ τῶν βαρβάρων ὁ κρότος. Ἐντεῦθεν οὖν αὐτῷ πλείων ὁ κόμπος καὶ μεῖζον τὸ φρύαγμα, ὅτι δὶς ἐστρατήγησε καὶ λόγος αὐτῷ τῶν πάντων οὐδεὶς, ἀλλὰ καὶ παραινέταις χρώ μενος κακοήθεσιν τῆς εὐθείας πάντη <ἀπ>ετράπετο. 7 ευδ,ρομ.18 Τὴν μὲν οὖν βασιλίδα ὥσπερ δὴ χειρωσάμενος εἶχε καὶ οὐδὲν αὐτῷ πρᾶγμα εἰ καὶ τῶν βασιλείων ἀπαγα γεῖν θελήσειεν, τὸν δὲ καίσαρα ὑπεβλέπετο, καὶ πολλάκις ὁρμήσας ἑλεῖν τε καὶ καθελεῖν, αὖθις ἐγνωσιμάχει καὶ οὐκ ἐπεχείρει τῷ σκέμματι, τὸ γοῦν παρὸν τὰς δι' ὅρκων αὐτοῦ τε καὶ τῶν υἱέων πίστεις εἰλήφει. Ἐπεὶ δὲ οὐκ εἶχε γενναίαν πρόφασιν ὥστε <τὰ> κατὰ νοῦν αὐτῷ πληρῶσαι βουλεύματα, τρίτον αὖθις καὶ τελευταῖον κατὰ τῶν ἐπικειμένων βαρβά ρων ἐπιστρατεύει· οὐ γὰρ ἀνίεσαν