οὗτοι ὑποφαινομένου τοῦ ἔαρος ληΐζοντες γῆν τὴν τῶν Ῥωμαίων καὶ παμπληθεὶ κατατρέχοντες· ἔξεισιν οὖν αὖθις, πλείονα τῶν προτέρων ἐπαγόμενος συμμαχίαν καὶ δύναμιν. 7 ευδ,ρομ.19 Ὥσπερ δὲ εἰώθει ποιεῖν ἐν πᾶσι πράγμασι πο λιτικοῖς τε καὶ στρατιωτικοῖς, μὴ γνώμας παρά του λαμβά νειν τῶν πράξεων, ἄρας εὐθὺς τῷ στρατῷ ἐπὶ τὴν Καισαρέων ἐπείγεται· εἶτα δὴ ὀκνεῖ μὲν προσωτέρω προϊέναι, καὶ ἀφορμὰς ἐπανόδου αὑτῷ τε καὶ τοῖς ἄλλοις ἐδίδου· ὡς δ' οὐκ ἦν τὴν αἰσχύνην ἐπανέχειν, δέον σπονδὰς πρὸς τοὺς πολεμίους ποιήσασθαι καὶ ἐπισχεῖν αὐτοὺς τῆς ἐπετείου ὁρμῆς, ὁ δὲ, εἴτε τὰ πράγματα ἀπογνοὺς, εἴτε θαρρήσας πλέον τοῦ δέοντος, ἀνεπιστρεπτὶ ἐπὶ τοὺς ἐναντίους χωρεῖ. Οἱ δὲ, ὡς τὴν πρόοδον ᾔσθοντο, βουλόμενοι τοῦτον ὑπαγα γεῖν εἰς τὸ ἔμπροσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προέ τρεχόν τε τοῖς ἵπποις καὶ αὖθις ἀνθυπενόστουν ὥσπερ δρασμὸν βουλευσάμενοι, καὶ τοῦτο πολλάκις ποιήσαντες ἐνίους τῶν στρατηγῶν συνηρπάκασι καὶ ὑφ' ἑαυτοῖς ἐποιή σαντο. 7 ευδ,ρομ.20 Ὃ δέ με <οὐ> διέλαθεν, ἔλαθε τοῦτον, αὐτὸς δὴ ὁ σουλτὰν, ὁ τῶν Περσῶν ἢ Κούρτων βασιλεὺς, συνὼν τῷ στρατεύματι καὶ τὰ πλείω τῶν κατορθωμάτων ποιῶν· εἰ δέ τις τοῦτον ἐφώρασεν, ὁ δὲ οὐκ ἐπίστευε λέγοντι, ἀλλ' οὐδὲ εἰρήνην ἐβούλετο, ἀλλ' ᾤετο αὐτοβοεὶ αἱρήσειν τὸ τῶν ἐναντίων στρατόπεδον. Τὸ δ' ἀστρατήγητον τούτου διεῖλε τὰς δυνάμεις, καὶ τὰς μὲν αὐτοῦ κατεῖχε, τὰς δὲ ἐπ' ἄλλο τι ἐξαποστέλλει, καὶ δέον ὅλῳ τῷ πλήθει τοῦ στρατεύματος τοῖς ἐναντίοις ἀντικαθίστασθαι, ὁ δὲ τῷ ἐλάττονι μέρει πρὸς αὐτοὺς ἀντετάξατο. 7 ευδ,ρομ.21 Τὸ δὲ μετὰ ταῦτα ἐπαινεῖν μὲν οὐκ ἔχω, ψέγειν δὲ οὐ δύναμαι, αὐτὸς τὸν ὅλον κίνδυνον δέχεται· τοῦτο δὲ μέσον ἐστὶν ἀντιρρήσεως· εἰ μὲν γὰρ ὡς φιλοκίνδυνον λογί σαιτό τις τὸν ἄνδρα καὶ ἀγωνιστὴν προθυμότατον, ἔχοι ἂν ἀφορμὰς πρὸς ἐγκώμιον· εἰ δ' ὅτι, δέον κατὰ τὴν στρατηγι κὴν ἀκρίβειαν πόρρω ἵστασθαι, πρωτοστράτηγον τυγχάνοντα τοῦ στρατεύματος, καὶ τοῖς πλήθεσιν ἐπιτάττειν τὰ δέοντα, ὁ δὲ ἀλογίστως παρεκινδύνευε, πολλὰ ἂν ἐς αὐτὸν ἀποσκώ ψειεν· ἐγὼ δὲ μετὰ τῶν ἐπαινούντων, ἀλλ' οὐ τῶν αἰτιωμέ νων εἰμί. 7 ευδ,ρομ.22 Ὥπλιστο μὲν οὖν τὴν στρατιωτικὴν πανοπλίαν, καὶ τὸ ξίφος ἐγύμνωσεν ἐπὶ τοὺς ἐχθρούς· ὡς δὲ ἐγὼ πολ λῶν ἤκουσα, ὅτι καὶ πολλοὺς ἀνῃρήκει τῶν ἐναντίων, τοὺς δὲ καὶ ἐς φυγὴν κατηνάγκασεν. Εἶτα δὴ ὅστις εἴη γνώριμος τοῖς ἐς αὐτὸν βάλλουσι γεγονὼς, κύκλῳ τε ὑπὸ τούτων περιστοιχίζεται, καὶ ὀλισθαίνει μὲν τοῦ ἵππου βληθεὶς, εἶτα δὴ ἑαλώκει, καὶ δορυάλωτος εἰς τοὺς πολεμίους ὁ βα σιλεὺς Ῥωμαίων ἀπάγεται, καὶ τὸ στράτευμα διαλύεται· καὶ τὸ μὲν διαφυγὸν μέρος βραχύ τι, τῶν δὲ πλειόνων οἱ μὲν ἑάλωσαν, οἱ δὲ μαχαίρας ἔργον γεγόνασιν. 7 ευδ,ρομ.23 Ὁ μὲν οὖν ἐν τῇ αἰχμαλωσίᾳ τοῦ βασιλέως χρόνος ἀναμεινάτω καὶ ὅ τι τῷ κρατήσαντι περὶ τούτου συνδέδοκται. Οὐ πολλαὶ δὲ ἡμέραι διεληλύθεσαν, καὶ τῶν διαπεφευγότων τὸν πόλεμον ἄγγελός τις προλαβὼν τὸ δει νὸν ἐν τῇ Πόλει ἀπήγγειλεν, καὶ αὖθις ἄλλος, καὶ πάλιν ἐφ' ἑτέρῳ ἕτερος, σαφὲς μὲν οὐδὲν ἀπαγγέλλοντες, αὐτὸ δὲ τὸ δεινὸν ἑρμηνεύοντες· οἱ μὲν γὰρ τεθνηκέναι τὸν βασιλέα, οἱ δὲ ἑαλωκέναι μόνον κατήγγελλον, οἱ δὲ τετρωμένον τοῦ τον ἰδεῖν καὶ κατὰ γῆς ἐρριμμένον, οἱ δὲ δέσμιον ἀπαγόμενον εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. Ἐπὶ συμβούλοις οὖν ἐν τῇ Πόλει τὰ πράγματα γίνεται, καὶ τί πρακτέον ἡ βασιλὶς διηρώτα· ἔδοξε γοῦν σύμπασιν, ἐκεῖνον μὲν τέως ἐᾶν, εἴτε ἑαλώκει εἴτε ἐτεθνήκει, ἑαυτῇ δὲ καὶ τοῖς παισὶ κρατύ νεσθαι τὴν ἀρχήν. 7 ευδ,ρομ.24 Ἐνταῦθα οἱ μὲν τῷ υἱῷ καὶ παιδὶ τὴν βασιλείαν ἐδίδοσαν, ὡς