ἀπρακτεῖν τὴν μητέρα παντάπασιν, οἱ δὲ τὸ πᾶν τῆς ἀρχῆς καὶ αὖθις ταύτῃ ἀπένεμον. Ἐμοὶ δὲ οὐδ' ἕτερον ἤρεσκεν, οὐ γὰρ διαψεύσομαί γε τὴν ἐμὴν δόξαν, ἀλλὰ συμπράττειν ἀμφοτέρους, <τὸν μὲν> ὡς τεκούσῃ τὴν ὑπακοὴν ἐνδείκνυσθαι, τὴν δὲ κοινῇ μετὰ τοῦ παιδὸς τὴν τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν· τοῦτο μὲν οὖν καὶ τῷ βασι λεῖ Μικαὴλ ἐδόκει καὶ <συν>ετίθετο τῷ σκοπῷ. Ἀλλ' οἱ τὴν βασιλείαν ἑαυτῶν ποιεῖν βουλόμενοι, καὶ κέρδους τοῦ σφε τέρου ἕνεκα τὰ περὶ τὴν ἀρχὴν πραγματεύεσθαι, τὴν μὲν εἰς μοναρχίαν ἠρέθιζον, τὸν δὲ ἀντιπίπτειν τῇ μητρὶ κατη νάγκαζον. 7 ευδ,ρομ.25 Ἐνταῦθα οὐκ οἶδα ὅ τι θαυμάσωμαι τοῦ ἀνδρός· ἐμοὶ γὰρ μόνῳ περὶ τῶν ὅλων κοινολογούμενος ἐβούλετο, εἰ ἀρεστὸν τῇ μητρὶ καὶ τῆς ἀρχῆς μεταστῆναι καὶ μηδὲν πρὸς ἐκείνην ἢ μεγαλοπρεπεύσασθαι ἢ σμικρολογήσασθαι· πολ λάκις γοῦν ἐγὼ τούτους συνήγαγον εἰς ταὐτὸ, ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ἀντειπεῖν τῇ μητρὶ, ὥστε καὶ ἀντωπῆσαι αὐτῇ ἠρυθρία καὶ ὑπεστέλλετο. Ἀλλὰ καὶ ἐπὶ τούτοις ἔτι μετεώρου ὄντος τοῦ σκέμματος, ὁ καῖσαρ τὴν Πόλιν εἴσεισι, τοῦτο παρὰ τῆς βασιλίδος ἐγκελευσθεὶς, καὶ τοῦ ἐμοῦ βουλεύματος γίνεται, καὶ τὴν κοινοπραξίαν τοῦ γένους ἀσπάζεται. 7 ευδ,ρομ.26 Ἀλλ' οὔπω τοῦτο κατευνάσθη τὸ κῦμα, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερον ἐγείρεταί τε καὶ ἐπωρύεται· ὁ γὰρ τοῦ πολεμίου στρατεύματος ἀρχηγὸς, ἐπειδὴ τὸν βασιλέα Ῥωμαίων ἁλώσιμον ἐθεάσατο, τῷ μὲν κατορθώματι οὐκ ἐπαίρεται, συστέλλεται δὲ λίαν τῷ εὐτυχήματι, καὶ μετριάζει τῇ νίκῃ τοσοῦτον ὅσον οὐδεὶς ἂν προσεδόκησε, παραμυθεῖται τὸν ἑαλωκότα, κοινωνεῖ τραπέζης, τιμῆς ἀξιοῖ, δορυφορίαν ἐφίστησι, λύει αὐτῷ τῶν δεσμῶν οὓς ἐβούλετο, ἀπολύει τῶν αἰχμαλώτων ὁπόσους προέτρεψε, τελευταῖον καὶ αὐτὸν δὴ τῆς αἰχμαλωσίας ἐλευθεροῖ, καὶ σύμβολα κήδους πεποιηκὼς καὶ ὑποσχέσεις παρ' ἐκείνου λαβὼν ἐνωμότους, μεθ' ὅσης ἂν εἴποι τις προπομπῆς καὶ δορυφορίας ἐπὶ τὴν ἰδίαν ἀποστέλλει ἀρχὴν, ὅπερ δὴ ἀρχέκακον ἐγεγόνει καὶ πολλῶν συμφορῶν αἰτιώτατον. Τυχὼν οὖν ὁ βασιλεὺς ὧν οὐκ ἤλπιζεν, ἀπραγματεύτως ᾠήθη τὴν βασιλείαν Ῥωμαίων αὖθις λήψεσθαι, καὶ ὥσπερ αὐτάγγελος τοῦ μετὰ τὸ ἀτύχημα εὐτυχήματος τῇ βασι λίδι καθίσταται γράμμασι τῆς ἰδίας χειρὸς ἃ συμβεβήκοι τούτῳ σημειωσάμενος. 7 ευδ,ρομ.27 Θόρυβος οὖν εὐθὺς καὶ διαδρομαὶ περὶ τὰ βασίλεια, τῶν μὲν θαυμαζόντων τὸ γεγονὸς, τῶν δὲ ἀπι στούντων τῷ πράγματι· ἀπορίᾳ τε καὶ ἡ βασιλὶς συνείχετο καὶ ἀμφίβολος ἦν ὅ τι καὶ δράσειεν. Ἐν μέσοις τοῖς ἀπο ρουμένοις καὶ αὐτὸς γεγονὼς, καὶ πάντων προτρεπομένων μοι τὸ συμφέρον εἰπεῖν, μάλιστα δὲ τοῦ καλλίστου μοι βασιλέως προσκειμένου καὶ συναναγκάζοντος, ἐγὼ μὲν ἀπεφαινόμην μὴ δεῖν αὐτὸν ἔτι τῇ βασιλείᾳ προσδέξασθαι, ἀλλ' ἐκ μέσου ποιεῖν, καὶ πανταχοῦ πέμπειν προστάγματα τὴν ἀρχὴν τούτῳ ἀπαγορεύοντα· ὅπερ τοῖς μὲν λυσιτελὲς ἐδόκει τοῖς καθεστηκόσι, τοῖς δ' ἄλλο τι ἐδέδοκτο. 7 ευδ,ρομ.28 Ἐν τούτῳ δὲ τῶν πραγμάτων ὄντων, ὁ βασι λεὺς Μιχαὴλ περὶ ἑαυτῷ δείσας καὶ τὴν τοῦ ∆ιογένους ὑποπτεύσας ὠμότητα, βουλὴν βουλεύεται ἀσφαλεστάτην ἑαυτῷ, εἴποι δ' ἄν τις καὶ συνετωτέραν· ἀποτρέχει τῆς μητρὸς καὶ ἑαυτοῦ γίνεται, τοῖς τε ἐξανεψίοις συμβούλοις χρησάμενος, φημὶ δὲ τοῖς υἱέσι τοῦ καίσαρος, τοὺς περὶ τὴν αὐλὴν φύλακας οἰκειοῦται· τοῦτο δὲ γένος ἀσπιδοφόροι σύμπαντες καὶ ῥομφαίαν τινὰ ἀπὸ τοῦ ὤμου ἑτερόστομον καὶ βαρυσίδηρον ἐπισείοντες· κτυπήσαντες γοῦν τὰς ἀσπί δας ἀθρόοι καὶ ἀλαλάξαντες ὅσον ἐχώρουν αἱ κεφαλαὶ, τάς τε ῥομφαίας πρὸς ἀλλήλους συντρίψαντές τε καὶ συνηχή σαντες, ἐπὶ τὸν βασιλεύοντα ὡς κινδυνεύοντα συνανιᾶσι, καὶ χορὸν περὶ αὐτὸν ἑλίξαντες ἀθιγῶς ἐπὶ τὰ ὑψηλότερα τῶν ἀνακτόρων ἀνάγουσιν.