7 ευδ,ρομ.29 Ἐκεῖνοι μὲν οὖν οὕτως· οἱ δὲ μετὰ τῆς βασιλί δος, ὧν δὴ καὶ αὐτὸς ἐτύγχανον ὢν, ἀγνῶτες τοῦ πράγματος ὄντες, μονονοὺ πεπηγότες ἐγεγόνειμεν, ἐφ' ἑαυτοὺς τὸ δεινὸν ἥξειν οἰόμενοι. Ἡ μέντοι γε βασιλὶς οὐδὲ καθεκτὴ ἦν, ἀλλὰ τῆς κεφαλῆς περιελομένη τὸ κάλυμμα, κατατείνει δρόμον ἐπί τι σπήλαιον ἄδυτον· καὶ ἡ μὲν ἐδεδύκει τῷ φωλεῷ, ἐγὼ δὲ περιειστήκειν τὸ στόμιον, οὐκ ἔχων ὅ τι γενοίμην, οὐδ' ὅποι τραποίμην. Ἀλλ' ὁ βασιλεὺς ἐν τῷ ἀσφαλεῖ καταστὰς, ἐμοῦ παρὰ τοὺς ἄλλους ἐφρόντισε, καὶ τοὺς διερευνήσοντάς με καὶ ἀναζητήσοντας πανταχοῦ τῶν ἀνακτόρων ἀπέσταλκεν· οἱ δὲ καὶ εὑρηκότες ἀνελάβοντο ταῖς χερσὶν, καὶ ὥσπερ τι ἕρμαιον ἢ ἀνάθημα πολυτίμητον τῷ αὐτοκράτορι εὐθύμως προσηγηόχασιν· ὁ δὲ εὐθὺς ἰδὼν ὥσπερ ἀναπνέει τοῦ κλύδωνος καὶ ἐπ' ἐμοὶ τίθεται βουλεύ εσθαι τὰ συμφέροντα. 7 ευδ,ρομ.30 Ἐγὼ μὲν οὖν τῶν πολιτικῶν εἰχόμην πράξεων, καὶ τὰ μὲν ᾠκονόμουν, τὰ δὲ διέταττον, ὅπως ἂν ἡμῖν ἀξύγκλυστα γένοιτο τὰ τῆς Πόλεως πράγματα, οἱ δὲ περὶ τὴν μητέρα τοῦ βασιλέως ἐπραγματεύοντο· καὶ ἵνα τὰ ἐν μέσῳ πολλὰ ὄντα ἐάσω, κυροῦται κατὰ ταύτης βούλευμα, ὑπεξελθεῖν μὲν τῆς Πόλεως, οἰκῆσαι δὲ ὅπερ αὐτῇ πρὸ τῆς θαλάττης τεμένισμα τῇ Θεοτόκῳ ἱδρύσατο· καὶ γίνεται τοῦτο εὐθὺς, τοῦ μὲν βασιλέως καὶ παιδὸς, ὅπερ αὐτὸς οἶδα καὶ τοὺς πολλοὺς βεβαιώσαιμι ὑπὸ Θεῷ μάρτυρι, ἀπαρ νουμένου τὴν τῆς μητρὸς ἐκδημίαν, τοῦ καιροῦ δὲ συναναγ κάζοντος καὶ ἀντιπίπτοντος τῷ τοῦ βασιλέως θελήματι. 7 ευδ,ρομ.31 Ἐπεὶ δὲ, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαί τε καὶ λέγεσθαι, ἄλλος ἄλλο τι περὶ τῆς βασιλίδος ἐδόξαζον, καὶ συνεχεῖς κατ' αὐτῆς λόγοι ἀπετοξεύοντο, δεύτερον γίνεται δόγμα εἰς τὴν μοναδικὴν αὐτὴν μετατεθῆναι ζωήν· αὐτίκα δὴ καὶ τοῦτο τετέλεσται. Καὶ τὰ μὲν περὶ τὴν βασι λίδα εἰς τοῦτο συντέτμηται. 7 ευδ,ρομ.32 Ὁ δέ γε ∆ιογένης οὐκ ἠγάπησεν ἀπολυθεὶς τῆς αἰχμαλωσίας, ἀλλὰ δεινὸν ἐποιεῖτο εἰ καὶ μὴ τῆς βασιλείας ἐγκρατὴς γένοιτο· ἤδη δὲ καὶ πλῆθος αὐτῷ συνερρυήκεσαν τῆς στρατιωτικῆς φάλαγγος. Ὁ δὲ τόπον ἐκ τόπων ἀμείβων, καὶ κατὰ πολλὴν τοῦ κωλύοντος ἄδειαν χρήματα ἑαυτῷ ἀπὸ τῶν δημοσίων φόρων ὑποποιούμενος, τὸ διὰ πάσης γλώττης βοώμενον πτόλισμα μετὰ παντὸς καταλαμβάνει τοῦ στρατοπέδου, φημὶ δὴ τὴν Ἀμάσειαν. 7 ευδ,ρομ.33 Εὐθὺς οὖν τῶν τοῦ καίσαρος υἱέων τῷ νεωτέρῳ ὁ βασιλεὺς τὸ Ῥωμαϊκὸν πιστεύει στρατόπεδον· οὗτος δὲ καὶ τὴν χεῖρα δραστήριος καὶ τὴν σύνεσιν ὀξὺς καὶ θαυμάσιος, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ἐπιφα νέστατος· γενόμενος οὖν ἀγχοῦ τῆς πόλεως οὗ ὁ ∆ιογένης ἐκάθητο, πρῶτα μὲν συνεῖχε τὸ στράτευμα, εἶτα δὴ ἀκροβο λισμοῖς ἐχρῆτο συχνοῖς, καὶ αὖθις ἠπάτα, καὶ πάντα τρόπον ἐμηχανᾶτο ἢ αἱρήσειν τοῦτον, ἢ ἐξελάσειν τῆς πόλεως. Ὁ δὲ στενοχωρούντων αὐτῷ τῶν πραγμάτων, τολμᾷ τὴν ἐκεῖθεν ἔξοδον καὶ παρατάσσεται πρὸς αὐτὸν παντὶ τῷ περὶ αὑτὸν στρατεύματι· μίγνυται οὖν τὰ στρατόπεδα, καὶ γίνε ται ἐξ ἑκατέρου μέρους φόνος πολύς· ἔπειτα δὲ ὁ ἡμεδα πὸς στρατηγὸς ὥσπερ τις πτερωτὸς ἱππότης ἐλᾷ τὸν ἵππον ἐπὶ τοὺς ἐναντίους, καὶ οἷά τις πύργος ἐμπεσὼν τῇ πολε μικῇ φάλαγγι ὠθεῖ τε ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ· ἐντεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ ἑάλωσαν, ὀλίγοι δέ τινες ἐκπε φεύγασι, μετὰ πάντων καὶ ὁ ∆ιογένης ἀνὰ κράτος τὸν ἵππον ἐλαύνων· τοῦτο πρῶτον θάρσους ἡμῖν αἴτιον γίνεται. 7 ευδ,ρομ.34 Ἐντεῦθεν ὁ ∆ιογένης ἀρχὴν λαμβάνει τῆς καταλύσεως, καὶ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εἴς τι κατα κλείεται πολισμάτιον· ἑαλώκει δὲ ἂν αὐτίκα, εἰ μή τι ἄλλο συνεμπεπτώκει· ἀνὴρ γάρ τις ἐξ Ἀρμενίων ἔχων τὸ γένος, τὴν γνώμην βαθὺς, δυσμενὴς ἡμῖν τῆς προαιρέσεως, ἀρχήν τινα παρὰ τούτου τῶν μεγίστων λαβὼν,