ὁπηνίκα βασιλεὺς ἦν, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήματος ἀνθομολογούμενος, στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν παρακελευσάμενος καὶ τὰ μέγιστα ὑποσχόμενος, ἀντικαθί στασθαι μὲν τοῖς ἡμετέροις στρατεύμασιν οὐκ ἐᾷ, εἰς δὲ τὴν τῶν Κιλίκων χώραν ἀπαγαγὼν καὶ εἰς τὴν ἐξ ἐφόδου φυλακὴν τὰ τέμπη τῆς Κιλικίας αὐτοῦ προβαλόμενος, στρατόν τε αὐτῷ ἐξαρτύει καὶ χρήματα δίδωσι, καὶ εἰς βασιλέως σχῆμα καθίστησι, καὶ ὁπλίζει πρότερον, εἶτα ἐν καιρῷ μάχεσθαι πρὸς τὸ ἡμέτερον στράτευμα ὁ δεινὸς οὗτος ἀνὴρ ταμιεύεται. 7 ευδ,ρομ.35 Ἐν βουλεύμασιν οὖν αὖθις τὰ καθ' ἡμᾶς καὶ ὅτι πρακτέον εἴη ἐδοκιμάζετο· τοῖς μὲν οὖν εἰρήνην ἐδόκει πρὸς τὸν ∆ιογένην ποιήσασθαι, καὶ μέρους τινὸς παραχωρή σαντας τῆς ἀρχῆς μηδέν τι πλέον ποιεῖν, τοῖς δὲ πολεμητέα ἐδέδοκτο, καὶ μηδεμίαν αὐτῷ ἀφορμὴν τῆς ἔπειτα θρασύτη τος παρασχεῖν. Τὰ μὲν οὖν τῆς εἰρήνης πρῶτον ἐπράττετο, καὶ γράμματα παρὰ τοῦ βασιλέως πρὸς ἐκεῖνον ἐξαπεστέλ λοντο κοινοπαθῆ καὶ φιλάνθρωπα· ὁ δὲ ὥσπερ ὑβριοπάθει ὅτι συμπάθειά τις αὐτῷ ἀπηγγέλλετο μηδὲν ὅλως τῶν κακῶν πλημμελήσαντι, εἰς αἰτήσεις δὲ καθιστάμενος, οὔτε τῆς βασιλείας ἀπείχετο οὔτε μετριωτέραν ἐζήτει μερίδα τοῦ κράτους, ἀλλ' αὐθαδέστερος ἦν ἐν ταῖς ἀποκρίσεσι μᾶλλον ἢ τοῖς βουλεύμασι. 7 ευδ,ρομ.36 Τούτου μὲν δὴ τοῦ μέρους ἀφέμενος, ἐξ ἀνάγκης ὁ βασιλεὺς τῷ Ἀνδρονίκῳ δοὺς τὰ στρατεύματα, ὁ πρεσβύτερος δὲ οὗτος τῶν υἱῶν τοῦ καίσαρος ἦν, ἀνὴρ καὶ τὴν ἡλικίαν ἀξιοθέατος καὶ τὴν γνώμην ἐλεύθερος, τήν τε ψυχὴν εὐμενὴς καὶ ἐπιεικέστατος, ξυμπάσης τε τῆς ἕω τὴν ἀρχὴν πιστεύσας ἐπὶ τὸν ∆ιογένην ἐκπέμπει· ὁ δὲ πρῶτα μὲν εἰς μίαν καὶ τὴν αὐτὴν γνώμην ἁρμόζεται τὸ στρατόπε δον, ἑκάστῳ ἐπιεικῶς προσφερόμενος καὶ πρὸς πάντας οἰκείως μεθαρμοζόμενος, δεύτερον δὲ σκοπὸν τίθεται λαθεῖν τὸν ∆ιογένην ὁπότε τοῖς τῆς Κιλικίας στενοῖς προσπε λάσειεν, καὶ τοὺς ἑλιγμοὺς τῶν ἐκεῖσε ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν ἠρέμα διεξελθεῖν, καὶ ἀθρόον αὐτοῖς τοῖς πολεμίοις φανήσασθαι. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν, καὶ κατὰ τὰ βεβουλευμένα τὴν στενὴν καὶ παράκρημνον διαβε βήκασιν ἀτραπόν· ὁ δὲ βασιλεὺς ἐν δεινῷ ποιεῖται εἰ ἁλοίη τῷ ἡμεδαπῷ στρατεύματι ὁ πολέμιος, καὶ ἢ πέσοι μαχόμε νος, ἢ ζωγρηθεὶς μέρος τι ἀκρωτηριασθείη τοῦ σώματος. 7 ευδ,ρομ.37 Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην περὶ τούτου 7 ευδ,ρομ.37 πολλάκις δακρύοντα, καὶ κινδύνου ἰδίου ὠνούμενον τὸ μὴ ἐκεῖνον παθεῖν· ἦν γὰρ αὐτῷ φιλία, ὡς ἔλεγεν, πρὸς τὸν ἄνθρωπον καὶ συνθῆκαί τινες αἷς ἐδεδίει μὴ τἀναντία δρά σειεν. Ἀνδράσι γοῦν ἱερατικοῖς καὶ εἰρηνικοῖς τὴν ψυχὴν τοὺς περὶ τῆς φιλίας λόγους πιστεύει, καὶ γράμματα πρὸς τὸν πολέμιον ἐγχειρίζει πᾶν μὲν ὁτιοῦν ὑπισχνούμενα, πείθοντα δὲ πρὸς ὑπακοὴν καὶ ἀδαμαντίνην ψυχήν. 7 ευδ,ρομ.38 Ἀλλ' ὁ μὲν, πρὶν ἢ τούτους καταλαβεῖν, ἐπῆρτο πρὸς πόλεμον, ἑαυτὸν μὲν ἔνδον τοῦ φρουρίου συνέ χων, ὃ προὔλαβε κατασχὼν σὺν ὀλίγοις τισὶ τῶν περὶ αὐτὸν, τῷ δὲ Χατατούρῃ Ἀρμενίῳ, ὃν φθάσας ὁ λόγος ἐγνώρισε, πάντα σχεδὸν τὸν στρατὸν ὑποτάξας καὶ σὺν ἀγαθῇ, ὡς ἐδόκει, τύχῃ εἰς τὸν πόλεμον ἀποστείλας· τοὺς πεζοὺς οὖν οὗτος καὶ τοὺς ἱππεῖς ἐπαγόμενος, καὶ τοὺς ἐπικαίρους τῶν τόπων προκαταλαβὼν, κατὰ φάλαγγα ἵστησιν, ὧν οἱ πλείους καὶ τὰς ψυχὰς προθυμότατοι καὶ τὰ σώματα ἐρρωμενέστα τοι. 7 ευδ,ρομ.39 Ἀντικαθίσταται δὲ συντεταγμένος πρὸς τοῦτον καὶ ὁ Ἀνδρόνικος· καὶ πρὶν ἢ τὸν συνασπισμὸν γενέσθαι καὶ εἰς χεῖρας ἀλλήλοις ἰέναι, ὁ Φράγγος Κρισπῖνος (γράφω δὲ ταῦτα καθ' ἣν ἐκεῖνος ἐτεθνήκει ἡμέραν), οὗτος οὖν ὁ Κρισπῖνος πολέμιος Ῥωμαίοις τὰ πρῶτα φανεὶς, ἔπειτα τοὺς τρόπους μεταβαλὼν, τοσοῦτον εἰς