εὔνοιαν ὤφθη τὸ δεύτερον, ὅσον τὸ πρῶτον εἰς δυσμένειαν· εἱστήκει δὲ σύν γε τῷ Ἀνδρονίκῳ, τὰ μὲν θαρρύνων αὐτὸν, τὰ δὲ παρ' αὐτοῦ θαρρυνόμενος. Ὡς γοῦν ἑωράκει τὸ τῶν ἐναντίων στράτευμα διατεταγμένον, θαρρεῖν ἑαυτῷ παρακελευσάμενος καὶ τῷ Ἀνδρονίκῳ τὴν ἐπὶ τοὺς ἱππέας ἔλασιν προειπὼν, ἀπὸ ῥυτῆρος ἐλαύνει τὸν ἵππον τοὺς περὶ ἑαυτὸν ἐπαγόμε νος, καὶ εἰς μέσους ἐμπίπτει τοὺς πολεμίους, καὶ τὴν φάλαγγα τούτων διατεμὼν, ὡς εἶδε βραχύ τι μὲν ἀντιστάντας καὶ ὑποδεξαμένους τοῦτον, εἶτα μεταβαλόντας τὰ νῶτα, σὺν ὀλίγοις τῶν μεθ' ἑαυτοῦ κατόπιν τῶν φυγόντων ἐξήλασεν· ἔνθα πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας ἐζώγρησε. 7 ευδ,ρομ.40 Καὶ ἡ μὲν τοῦ ∆ιογένους φάλαγξ διελύθησάν τε καὶ διεσπάρησαν, τροπαιοφόρος δὲ ὁ Ἀνδρόνικος σύν γε τῷ Κρισπίνῳ ἐπὶ τὴν ἀποτεταγμένην αὐτῷ σκηνὴν ἀναζεύγνυ σιν· εἶτα δή τις ἱππεὺς τῶν πολεμίων τινὰ φέρων πρὸς τὸν στρατηγὸν ἐπανέρχεται· ἦν δὲ ὁ Χατατούρης Ἀρμένιος· οὗτος γὰρ ἐν τῷ φεύγειν τοῦ ἵππου διωλισθηκὼς κατά τινα τάφρον, ὡς ἔλεγε, λόχμην ὑπέδυ τινά· ὡς δέ τις τῶν διω κόντων τεθέαται, ἀνελεῖν μὲν ὥρμησεν, ὡς δὲ δακρύοντα εἶδε, τὴν ἐσθῆτα ἀποδυσάμενος καὶ γυμνὸν ὑπὸ τὴν λόχμην ἀφεὶς ἄπεισιν· εἶτα δὴ ἄλλος γυμνὸν αὖθις ἰδὼν ὥρμησεν ἀνελεῖν, ὁ δὲ· «Ἀλλ' εἴ μου φείσειας, ἔφησε, καὶ εἰς τόνδε τὸν στρατηγὸν ἀπαγάγοις (τοὔνομα προσειπὼν), ἐμπλήσει σοι δώρων τὴν δεξιάν». Ὡς δὲ διϊόντα ἐγνώρισεν ὁ Ἀνδρόνικος, δεύτερον τοῦτο ποιεῖται εὐτύχημα, καὶ τὸν ἄνδρα, στρατηγῷ πρέπον γενναίῳ, ἐνδύσας τε καὶ κοσμήσας ἐν ἀδέσμῳ συνεῖχε φυλακῇ. 7 ευδ,ρομ.41 Τὴν μὲν οὖν περὶ αὐτὸν χεῖρα ὁ ∆ιογένης ἀπε γνωκὼς, Περσικὴν συμμαχίαν ἤλπιζε πρὸς αὐτὸν αὐτίκα ἀφίξεσθαι· ἔνθεν τοι καὶ τὸν περὶ αὐτὸν λαὸν ἐπερρώννυε καὶ ἐλπίδας ἑτοίμους ὑπέτεινεν· ἀλλ' οἷς ἐθάρρει καὶ οἷς τὰ τοῦ φρουρίου κλεῖθρα ἐπίστευεν, ἐκείνοις πρῶτον ἁλώσιμος γίνεται· οὗτοι γὰρ τῷ ἡμετέρῳ συνθέμενοι στρατηγῷ καὶ πίστεις τοῦ μὴ παθεῖν εἰληφότες, τὰς εἰσόδους ἀναπετά σαντες, πάροδον τοῖς ἡμετέροις δεδώκασι, καὶ ἐπ' αὐτὸν τὸν οἶκον οὗ ὁ ∆ιογένης ἐσκήνου ἀπάγουσιν· ὁ δὲ εἱστήκει δεινὸν καὶ ἐλεεινὸν θέαμα, τὰς ἐλπίδας ἀπεγνωκὼς, καὶ τὰς χεῖρας δεσμήσας ὥσπερ ἀνδράποδον, καὶ ἐπὶ τοῖς κατασχοῦσιν ὅ τι δρᾶν βούλοιντο θέμενος, ἐς δέον μελανειμονήσας εὐθὺς, καὶ τὸ κάλυμμα τῆς κεφαλῆς ἀφελόμενος ἐδίδου τῷ βουλομένῳ τὰς τρίχας τεμεῖν· σχεδιάσαντες δὲ οἱ παρατυχόντες αὐτῷ τὴν τοῦ βίου μετάθεσιν, ἐξάγουσι τοῦ φρουρίου καὶ πρὸς τὸν Ἀνδρόνικον μεθ' ὅσης ἂν εἴποι τις περιχαρίας ἀπά γουσιν· ὁ δὲ οὐδὲν πρὸς τοῦτον σοβαρευσάμενος, ἀλλὰ καὶ τῆς τύχης οἰκτείρας, καὶ δεξιὰν ἐμβάλλει καὶ εἰς τὴν ἑαυτοῦ ἐπάγει σκηνὴν, καὶ τραπέζης λαμπρᾶς κοινωνεῖ 7 ευδ,ρομ.42 Τὸ μὲν οὖν μέχρι τοῦδε εὔδρομος ἡμῖν ὁ λόγος, καὶ διὰ λείας φέρων καὶ βασιλικῆς τῆς ὁδοῦ, ταῦτα δὴ τὰ θεολογικὰ ῥήματα· τὸ δ' ἐντεῦθεν ὀκνεῖ περαιτέρω χωρεῖν καὶ διηγήσασθαι πρᾶξιν, ἣν οὐκ ἔδει μὲν γενέσθαι, ἵνα δὴ παρὰ βραχὺ ταὐτολογήσας ἐρῶ, ἔδει δὴ γενέσθαι παντά πασι, τὸ μὲν διὰ τὴν εὐσέβειαν καὶ τὴν πρὸς τὸ δεινὸν εὐλάβειαν, τὸ δὲ διὰ τὴν τῶν πραγμάτων περίστασιν καὶ τὴν τοῦ καιροῦ περιπέτειαν· οἱ γὰρ περὶ τὸν βασιλέα εὐνοϊ κώτεροι δείσαντες περὶ τῷ ∆ιογένει, μὴ διαμηχανήσαιτό τι, καὶ πάλιν ἀφορμὴ πραγμάτων τῷ βασιλεῖ γένοιτο, τὸ σκέμμα τούτῳ συγκαλυψάμενοι, ἐντέλλονταί τι<νι> διὰ γραμμάτων ἐπὶ τοῦ καιροῦ δυναστεύοντι ἐκκόψαι τούτῳ τοὺς ὀφθαλ μούς. 7 ευδ,ρομ.43 Ὃ δὴ καὶ γενόμενον ἠγνοεῖτο τῷ βασιλεῖ· καὶ οὐ θωπευτικὴν ποιοῦμαι τὴν ἱστορίαν, ἴστω Θεὸς, ἀλλ' ἀλη θεστάτην παντάπασιν, ὅθεν καὶ πλείω ἀφεῖκεν ἐπὶ τῷ πράγματι γνοὺς ὕστερον δάκρυα ἢ ὅσα ἐκεῖνος πρὸ τοῦ παθεῖν