κατήνεγκέ τε καὶ ἀπωδύρετο· ἀλλ' οὐδ' ὅτε ἠγγέλθη τῷ βασιλεῖ τοῦ ∆ιογένους ἡ ἅλωσις, ἢ σκίρτημά τι ἐνεφά νισεν, ἢ ἄλλο τι χαρμονῆς εἶδος τοῖς περὶ αὐτὸν ἐπεδείξατο, ἀλλ' εἰ μὴ τὰ παρὰ τῶν πολλῶν εὐλαβεῖτο ὀνείδη, ἐσκυθρώ παζεν ἂν μέχρι πολλοῦ. Ὁ μὲν οὖν καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς εἰς ὃ ἱδρύσατο φροντιστήριον ἐν τῇ νήσῳ ᾗ Πρώτη ὄνομα ἐπανάγεται, ἔνθα βραχύ τι ἐπιβιοὺς τελευτᾷ οὔπω ἔτη <τέτταρα> τὴν βασίλειον ἀρχὴν κατασχὼν, κρατεῖ δὲ καθαρῶς τῆς ἀρχῆς <ὁ> Μιχαήλ. 7 μιξη.τ ΜΙΧΑΗΛ Ζʹ Ἡ βασιλεία Μιχαὴλ τοῦ ∆ούκα. 7 μιξη.1 Ἱστορεῖν τὸν αὐτοκράτορα Μιχαὴλ τοῦ ∆ούκα βου λόμενος, ἢ μᾶλλον σκιαγραφεῖν ὅσον ἐπὶ τοῦ λόγου ἐπιτομῇ, τοῦτο πρῶτον τὸν ἀκροατὴν παραιτοῦμαι μὴ κρείττονας τοὺς λόγους ἡγήσασθαι τῶν ἠθῶν ἐκείνου καὶ πράξεων, ἀλλ' ὑστεροῦντας παρὰ πολύ· ἐγὼ δὲ ὅπερ πολλάκις πάσχω ἐκεῖνον ὁρῶν καὶ θαυμάζων, παραπλήσιον πάθος κἀν τῷ γράφειν ἐκεῖνον ὑφίσταμαι· οὐ γὰρ ἔχω ὅπως θαύματος ἐπέκεινα τὸν ἄνδρα ποιήσομαι, καὶ μή τις διαπιστοίη τῷ λόγῳ ἢ ἐς ὑποψίαν φέροι τὰ γραφησόμενα, ὅτι ἐπὶ ζῶντι τῷ βασιλεῖ ταῦτα γεγράφαται· τούτου γὰρ ἕνεκα καὶ τὴν ἱστο ρίαν πεποίημαι, ἵν' ἔχοι τις εἰδέναι ὅτι ἔστι τοι ἦθος ἀνθρώ που θείας ἄντικρυς μοίρας καὶ περαιτέρω τῆς ἐγνωσμένης φύσεως. 7 μιξη.2 Ἀπορῶν δὲ ὅ τι πρῶτον εἴπω τῶν ἐκείνου, τοῦτο τῶν πάντων προτίθημι, ὅτι μηδεὶς αὐτὸν τῶν ὑπὸ χεῖρα διαλανθάνων, εἴτε τῶν φαύλων, εἴτε τῶν περί τι σπου δαίων καὶ ἀγαθῶν, οὐδεὶς κακῶς ἤκουσε παρ' αὐτοῦ, οὐδὲ ὕβρισται δημοσίᾳ, οὐδ' ἐπί τῷ κακῷ ἀπέωσται· ἀλλ' εἰ καί τις αὐτῶν ἀπαναισχυντεῖν πρὸς τοῦτον αἱροῖτο, ὁ δὲ ἡττᾶσθαι μᾶλλον τῆς ἀναιδείας τοῦ ἀνδρὸς ἕλοιτο ἢ ἐς μέσους ἐλέγχειν. Τὸ δὲ ὑπερβάλλον, ὅτι καὶ φωράσας ἐνίους, καὶ μάλιστα τῶν περὶ σῶμα φυλάκων καὶ οἷς ἑαυτὸν πεπί στευκεν, ἐπὶ τῷ κακῷ δραμόντας ἐπ' αὐτὸν, οὔτε ἤλεγξεν, οὔτε φοβήσας διέσεισε· πολλοὺς δὲ καὶ ἐπ' αὐτοφώρῳ ἐξαι ροῦντάς τι τῶν βασιλικῶν κιβωτίων ἑλὼν, εἶτ' ἀφῆκε, μὴ θορυβήσας, μηδὲ τὴν γνώμην αὐτοῖς ὀνειδίσας· τελεώτατος δὲ τὴν φρόνησιν ὢν, καὶ τῶν πραγμάτων ἐπιστήμην ἀπὸ τῆς περὶ ταῦτα συνεχοῦς ἐπιμελείας λαβὼν, πᾶσάν τε φόρου συντέλειαν διηκριβωκὼς, συντάξεις τε καὶ πρυτανεῖα, καὶ ἐς ὅσα φέροιτό τις τῶν δημοσίων καὶ ἀφ' ὅσων ἐκχέοιτο αὖθις εἰς τὰ δημόσια, τήν τε τῶν στατήρων ἐξεργασίαν καὶ τὴν τῆς στάθμης ἰσορροπίαν καὶ τὰς ῥοπὰς καὶ τὰ λείμ ματα, τήν τε χρυσῖτιν ὅπως ἐργάζοιτο καὶ τῶν χρυσῶν χαρακτήρων ὁπόσα ἕκαστος μέτρα τῆς καθαρᾶς ὕλης ἔχοι· καὶ ἵνα μὴ καθ' ἕκαστον λέγω, πάντα ἐς ἄκρον ξυνειληφὼς, ἔπειτα τοῖς περὶ ἕκαστον ἐπιστήμοσιν ὁμιλῶν, αὐτὸς ἂν τὴν ἡττῶσαν ἐπὶ πᾶσιν ἐνέγκοι, ἢ τοὺς ἐπὶ τούτοις πραγ ματευομένους τὴν δόξαν ἀφέλοιτο. 7 μιξη.3 Ἄρτι δὲ πρώτως ἀνθοῦντα ἔχων τὸν ἴουλον καὶ ταῖς θριξὶν ἤδη πυκάζων τὴν παρειὰν, οὐδὲν τῶν πρεσβυ τέρων διενηνόχει τὴν σύνεσιν· οὔτε γὰρ ἡδοναῖς ἐδεδώκει, οὔτε γαστρὸς ἥττητο, οὔτε κωμάζειν ἀπαρακαλύπτως εἵλετο· ἐρώτων δὲ τοσοῦτον ἀπέσχετο, ὥστε μηδὲ εἰδέναι τοὺς πλείους καὶ ὅσοι πόρρω τοῦ νομίμου τυγχάνουσι· τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς αἰδοῦς, ὡς καὶ εἴ τις ἐξενέγκοι ῥῆμα φαῦλον τοῦ στόματος ἢ γυμνὸν ἔρωτος ὄνομα, ἐρυθήματος εὐθὺς γέμον δεικνύειν τὸ πρόσωπον. 7 μιξη.4 Ἀλλ' ἔροιτό τις τίνα τῷ βασιλεῖ παιδικὰ καὶ οἷς ἂν ἀγλαΐζοιτο; βιβλία σοφίας παντοδαποῦς, λόγων χαρα κτῆρες σοφῶν, ἀποφθέγματα λακωνικὰ, γνωμολογίαι, καλλιρ ρημοσύνη συνθήκης, ὁ ποικίλος τῶν λόγων σχηματισμὸς, ἡ τῶν