ἰδεῶν ἐξαλλαγὴ, ἡ καινολογία, ἡ ποιητικὴ τοῦ λόγου κατασκευὴ, πρὸ δὲ τούτων ἁπάντων ὁ πρὸς φιλοσοφίαν ἔρως, τὸ τῆς ἀναγωγῆς ὕψος, ἡ τῆς ἀλληγορίας μεταβολή· οὐ γὰρ οἶδα εἴ τις βαθυγνωμονέστερος ἐγεγόνει τῶν βασι λέων, ἢ πρὸς ἕκαστον τῶν ζητουμένων εὐθυβολώτερος. Εἰπεῖν δὲ δεῖ διελόντα, ὡς τὰ μὲν βασιλέως ἔργα καὶ λόγοι, τὰ δὲ φιλοσόφῳ προσήκοντα, τὰ δὲ ῥήτορι, τὰ δὲ ἐς μουσι κοὺς πίπτει, καὶ περὶ <μὲν> τὴν σφαῖραν οἱ ἀστρολογοῦντες, περὶ δὲ τὰς τῶν σχημάτων ἀποδείξεις οἱ γεωμετροῦντες, καὶ συλλογισμὸς μὲν φιλοσόφοις ἀνεῖται, φυσικοῖς δὲ τὰ ἀπόρρητα ἔργα τῆς φύσεως, καὶ ἄλλο τι ἄλλῳ τῷ καὶ περὶ ἄλλῳ ἕτερος, καὶ διῄρηνταί γε τοῖς ἀνδράσι τὰ ὑποκείμενα· τῷ δὲ συνείλεκται ἅπαντα· καὶ γὰρ φιλοσόφοις συνετάξατο, καὶ μετὰ ῥητόρων εἶπέν τι περὶ ζεύγματος καὶ ἐμφάσεως, καὶ μετὰ ὀπτικῶν περὶ ἀποστάσεως ἀκτίνων καὶ διαστά σεως, ἀλληγορεῖν δὲ δεῆσαν πολλάκις τὸν συγγραφέα ὑπερ εβάλλετο, ὃν δὴ καὶ καθηγητὴν πρὸ πάντων εἵλετο καὶ ἐπὶ πᾶσιν ἐδημοσίευσε τοὔνομα. Ἰάμβων δὲ μὴ προσχὼν μέ τροις σχεδιάζει τούτους, εἰ καὶ μὴ ἐπιτυγχάνων τὰ πολλὰ τοῦ ῥυθμοῦ, ἀλλ' ὑγιαίνουσαν τὴν ἔννοιαν ἐκδιδούς. Καὶ ἵνα συνελὼν εἴπω, χρῆμά τι γέγονε τῷ καθ' ἡμᾶς βίῳ ποικίλον καὶ πολυέραστον. 7 μιξη.5 Τὸ δὲ εἶδος αὐτῷ πρεσβυτικὸν οἷον καὶ σωφρονιστῇ προσῆκον ἢ παιδαγωγῷ ὅμοιον· πέπηγέ τε γὰρ αὐτῷ τὰ ὄμματα καὶ ἡ ὀφρὺς οὔτε σοβαρὰ οὔτε οἷον ὕποπτος καὶ ἐπικαθημένη τοῖς ὀφθαλμοῖς, ἀλλ' ἐλευθέρα καὶ ἐν τῷ προσήκοντι σχήματι· τὸ δὲ βάδισμα οὔτε σεσοβημένον καὶ οἷον ταραχωδέστατον οὔτε ἀργόν τε καὶ ῥᾴθυμον, ἀλλ' οἷον μουσικός τις ἀνὴρ ἐπαινέσειε περὶ ἄρσεις καὶ θέσεις τὴν πραγματείαν ποιούμενος, ὅ τε τῆς φωνῆς τόνος ἐμμελής τε καὶ εὔρυθμος, μήτε καχλάζων τῷ τῆς γλώττης ῥεύματι μήτε ἀμαυρὸς καὶ δυσήκοος. 7 μιξη.6 Πολλῶν δὲ ὄντων λόγων τε καὶ πραγμάτων τῶν ἢ συστελλόντων ψυχὴν ἢ πρός τι διερεθιζόντων, οὗτος παρ' οὐδενὸς τούτων οὔτε τὸ ἦθος τραχύνεται οὔτε τὴν γνώμην συστέλλεται· γελᾷ μὲν ὡς ἥδιστα, δακρύει δὲ ὡς οἴκτιστα, καὶ ὀργίζεται μὲν ἥκιστα, καθίσταται δὲ πρὸς τὸ κρεῖττον οὐχ ἥκιστα. Νόμοις μὲν τὰ πολλὰ μὴ ἐμμελετήσας, ἐς δὲ τὴν δίαιταν ἀθρόους τούτους καταριθμούμενος, οὐκ ἀπὸ τῶν δέλτων, ἀλλ' ἀπὸ τῶν στέρνων. Ἐρυθριάσαι μὲν εὔκο λος, ἀναιδεύσασθαι δὲ οὐδ' ὁπωστιοῦν· σφαῖραν μὲν ἀναρ ρῖψαι δεινὸς, περὶ δὲ μίαν σφαῖραν ἐπτοημένος τὴν οὐρα νίαν, κυβείαν μὲν εἰδὼς τὴν τῶν πραγμάτων φορὰν καὶ μεταβολὴν, καὶ κύβον ἕνα τὸν γεωμετρικὸν ὃν ὁ Πλάτων τῇ γῇ δίδωσι· κυνηγεσίοις δὲ γέγηθε μὲν, τοσοῦτον δὲ τῆς ἡδονῆς αὐτῷ ὅσον ἰδεῖν τὸ φεύγοντα ὄρνιν ἀνάλωτον, εἰ δ' ὁ διώκων προσπελάζοι τούτῳ, ἀποκναίει τὴν γνώμην καὶ οὐκ ἐνατενίζει τῇ ὄψει. 7 μιξη.7 Οὐκ ἐπτόηται περὶ τὴν βασίλειον ἀγλαΐαν, οὐδὲ στέμμασιν ἐθέλει τὴν κεφαλὴν ταινιοῦν, ἀλλ' ἀρετῶν εἴδε σιν. Οὐχ ὅσα τις περιψιθυρίζει τούτῳ τὴν ἀκοὴν ἐς τὰ στέρνα κάτεισιν, ἀλλὰ τὰ μὲν ἔξω θυραυλεῖ ὅσα τοῦτον λυπεῖν εἴωθε, τὰ δὲ τῇ ψυχῇ ἀπομάττεται ὁπόσα αὐτῷ ἥδιστα· ἐς παράδειγμα τὸν πατέρα βλέπει καὶ πολλὰ τῶν ἐκείνου ὑπερβαλλόμενος, ἡττᾶσθαι πάντων ὁμολογεῖ· τὸ δὲ μέγιστον καὶ ὃ μηδὲ θαυμάζειν δεδύνημαι, ξυγκλυσθέντων αὐτῷ τῶν πραγμάτων κατά τε τὴν ἑῴαν καὶ τὴν ἑσπέραν, ὧν τὰς ἀφορμὰς οἱ πρὸ τούτου δεδώκασιν αὐτοκράτορες, ἄλλος μὲν ἄν τις καὶ τῶν λίαν ἰσχυρογνωμόνων τῆς τῶν κακῶν ἐγεγόνει φορᾶς καὶ ἐνεδεδώκει τοῖς πράγμασιν· εἶτα τι; διερράγη ἂν ὁ τῆς βασιλείας κάλως, καὶ κατερράγη μὲν ἡ ὀροφὴ, ἀνέσπαστο δὲ ὁ θεμέλιος, ἀλλ' ἡ τῆς ψυχῆς αὐτῷ στάσις καὶ τὸ τῆς γνώμης ἀκλόνητον ἔστησε τὴν τῶν πραγ μάτων φορὰν, καὶ εἰ μὴ τοῖς λιμέσι προσωκείλαμεν τέως, ἀλλ' ἐπὶ μετεώρου σαλεύομεν καὶ οὔπω ἀπώσθημεν ἐς τὸ πέλαγος.