7 μιξη.8 Ταῦτα μὲν οὖν κοινὰ τούτῳ πρὸς ἅπαντας, τὰ δὲ πρὸς τὸν συγγραφέα οὐκ ἔχει πρὸς τοὺς ἄλλους ἅμιλλαν, οὐδὲ σύγκρισιν· οὔτε γάρ τῳ τῶν ἀδελφῶν οὕτω τεθάρρηκεν, οὔτε τοῖς κρείττοσι τοῦ γένους, οὔτε ἱεροῖς καὶ θείοις ἀνδράσιν, ὡς ἐμοί· ἃ μὲν οὖν εὐηργέτηκέ με, διδοὺς ἀεί τι καὶ προστιθεὶς καὶ ἐπὶ μεῖζον αἴρων, καὶ ἄλλο ἐπ' ἄλλῳ τῳ τῶν ἀγαθῶν προσάγων καὶ ἐπαυξάνων τὸ ὑποκείμενον, δέξαιτ' ἄν τινα καὶ πρὸς ἄλλον παραβολὴν, τὸ δὲ ἐνδιάθετον τῆς γνώμης, τὸ δὲ ἔμφυτον τῆς ψυχῆς, τὸ δὲ διαχεῖσθαί μοι εὐθὺς θεασάμενον καὶ ἀγλαΐας καὶ χαρίτων ἐμπίπλασθαι, καὶ τὸ ὑπεραίρειν οὐχ ὅσων ὁρῴη σοφῶν, ἀλλὰ καὶ ὅσων ἀκούοι, ταῦτα οὐκ ἄν τις παραμετρεῖν πρὸς ἕτερον δύναιτο. Βασκανίας δὲ μὴ βάλλοι βέλος ἡμᾶς μηδὲ νεμέσεως.
7 μιξη.9 Ἀλλ' ἐπιτέμνοντα τὸν λόγον πολλά με διέλαθε, τὸ περὶ τὴν γυναῖκα φίλτρον, οἷον ἐξ ἐκείνης ἀποτέκοι παι δίον, τὸ περὶ τοῖν ἀδελφοῖν, ὧν θαυμασίων ὑποκειμένων θαυμασιώτερος ἐκεῖνος γνωρίζεται. Καὶ ἵνα μὴ παρὰ τὸ γένος ἐπαινοίην τὴν βασιλίδα, εὐδαιμονίᾳ καὶ ἀρχαιότητι πᾶσαν ὑπεραῖρον ἀρχὴν, ἀρκεῖ αὐτῇ ἀντὶ πάντων τὸ ἦθος οἷον οὐχ ἑτέρας ἕξεως, καὶ τὸ εἶδος οἷον οὐχ ἑτέρας ὄψεως· εἰ δὲ γυναιξὶ κόσμον ἡ σιγὴ φέρει, κατὰ τὸν τραγῳ δὸν, κόσμου παντὸς αὕτη τιμιωτέρα καθέστηκεν, ὅτι μηδενί τῳ ἄλλῳ ἢ τῷ ἀνδρὶ τὴν γλῶτταν ἐγνώρισεν, αὐτομάτως καλλίων τυγχάνουσα ἢ ὁπότε ἀναγκαίως ἔχοι κοσμήσασθαι.
7 μιξη.10 Περὶ δὲ τοὺς ἀδελφοὺς ποδαπὸς οὗτος ὁ αὐτοκρά τωρ; οὐκ ᾠήθη χρῆναι ὥσπερ ὑπὸ χεῖρα ἔχειν καὶ οἷον ἐφ' ἑκάστου καιροῦ χαλιναγωγεῖν, ἀλλὰ μερίζει ἑκατέρῳ τὰς βασιλείους διατριβὰς καὶ ἐς αὐτεξούσιον ἡγεμονίαν καθί στησιν. Ἐρῶ δὲ καὶ περὶ τοῦ θείου τοῦ καίσαρος· ἤρτηται τῆς γνώμης αὐτοῦ, καὶ τῆς συμβουλῆς θαυμάζει τὴν σύνε σιν, τὴν περὶ πάντα πράγματα δεξιότητα· τῶν μὲν περὶ τὴν πολιτείαν αὐτὸς ἔχεται πράξεων, ἐπ' αὐτῷ δὲ τίθεται ὁπόσα ἐς γνώμην τείνει στρατηγικήν.
7 μιξη.11 Καὶ τοῦτο δὲ προσθήσω τοῖς εἰρημένοις· διεγνώκει με οὗτος ὁ βασιλεὺς μέλλοντα τοῦτον ἐξιστορεῖν, καὶ ἐπι τάξας μὴ γράφειν μέχρις ἂν αὐτὸς ἐκδοίη τῶν ἑαυτοῦ τρόπων κεφάλαια, εἶτα δή μοι ὁ ὑπογραφεὺς ἀνεγνώκει τὰ γεγραμμένα· κἀγὼ μὲν εἴκαζον πρὶν ἢ τοῦ ἀναγνώσματος ἀκροάσασθαι, ἀπορρητότερα εἶναι καὶ κρείττονα· ὁ δέ γε ἐν τούτοις τοσοῦτον κατήνεγκεν ἑαυτὸν καὶ οὕτως παρὰ φαῦ λον ἔθετο, καὶ τοσαῦτα κατεῖπε τῆς ψυχῆς, ὡς καὶ ἀδαμαν τίνην φύσιν κινῆσαι πρὸς θαῦμα τοῦ ὕψους τῆς ταπεινώ σεως. Καὶ ἀρκεῖ σοι τοῦτο σύμβολον, θειότατε βασιλεῦ, ἀντὶ πάσης ἑτέρας ἀρετῆς τε καὶ ἕξεως.
7 μιξη.12τ Κωνσταντῖνος ὁ τοῦ ∆ούκα τοῦ Μιχαὴλ τοῦ βασιλέως υἱός. Τὸν τοῦ Μιχαὴλ τοῦ ∆ούκα βασιλέως υἱὸν Κων σταντῖνον βρεφύλλιον ἐγὼ καὶ ἐν ἀγκάλαις γαλακτοτροφού μενον ἑωράκειν καὶ ταινίᾳ βασιλικῇ ἀναδεδεμένον τὴν κεφαλήν· γράφω δὲ αὐτῷ οὔτε λόγους τινὰς, οὔτε πράξεις, οὔτε γὰρ ἔπραξέ τι οὔτε οὔπω ἐφθέγξατο· ἀλλὰ καὶ τὸ εἶδος καὶ τὸ ἐμφαινόμενον ἦθος, ὡς οἷόν τε καὶ ἀπὸ τούτων <ἐμφαίνειν> τὴν ἐγκαθημένην ψυχὴν, οὔπω γὰρ οἶδα τοιοῦ τον κάλλος ἐπίγειον· τὸ μὲν γὰρ πρόσωπον αὐτῷ εἰς ἀκριβῆ κύκλον ἀποτετόρνευται, οἱ δὲ ὀφθαλμοὶ γλαυκοὶ καὶ εὐμεγέ θεις καὶ γαλήνης μεστοὶ, αἵ τε ὀφρύες εὐθεῖαι γραμμαὶ ἀτεχνῶς, περὶ μὲν τὴν βάσιν τῆς ῥινὸς βραχύ τι διεστῶσαι, περὶ δὲ τοὺς κροτάφους ἠρέμα κάμπτουσαι· ἡ δὲ ῥὶς ἐλευ θέρα μὲν τοὺς μυκτῆρας, ἀλλ' ἀρχομένη μὲν βραχύ τι ἐγεί ρεται, προϊοῦσα δὲ ἐς ἄκρον ἐμφαίνει τι τοῦ γρυποῦ· τῆς τε κεφαλῆς ἡλιῶσα θρὶξ ἐξανθεῖ· καὶ τὼ χείλη λεπτώ τε τούτῳ, καὶ <τὸ ὄμμα> βλέπον ἡδὺ καὶ ἀγγέλων ἡδύτερον, καὶ τὴν ψυχὴν ἀπὸ τούτου ἐμφαῖνον οὔτε καταβεβλημένην οὔτε ἐπιβεβλημένην, ἀλλὰ πρᾳεῖαν μὲν, θείῳ δὲ διεγηγερμένην κινήματι,