7 μιξη.13 Τὸν μὲν οὖν Τελαμώνιον Αἴαντα τιθηνούμενον ἔτι τὸν Ἡρακλέα φασὶν ἰδεῖν καὶ τῇ λεοντῇ περιβαλεῖν, ἐγὼ δὲ ἠγκαλισάμην πολλάκις καὶ ὄνασθαί μου τῶν λόγων ηὐξάμην· ἐναγκαλίσομαι δὲ καὶ αὖθις, καὶ τοῦτο πλειστάκις, καὶ ὀναίμην αὐτοῦ ὁπότε εἰς ἡλικίαν ἔλθοι καὶ τὸ δύνασθαι λάβοι παρὰ τοῦ πατρός. Ὁ μὲν οὖν Νέστωρ ὁ Πύλιος μετὰ τὴν τῆς Τροίας ἅλωσιν ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλ λέως υἱῷ ἃ δεῖ πράττοντα ἄνδρα γενέσθαι δεξιὸν, ἐγὼ δὲ τοσοῦτον αὐτῷ ὑποθείμην (ἴσως γὰρ ἐφ' ἥβης γενόμενος ὁ βασιλεὺς οὗτος ἀναγνώσεταί μου τὸ σύγγραμμα), πρὸς παράδειγμα τὸν πατέρα ὁρᾶν, κἀκεῖθεν ἑαυτὸν ἱστορεῖν· καὶ ὁμοιωθείης, παιδίον, τῷ φύσαντι, καὶ γένοιο ἂν οὐ κακός· εἰ μὲν οὖν περαιτέρω τῆς καθεστώσης ἡλικίας προβήσομαι, ἕτερόν σοι λόγον συγγράψομαι, ὁπηνίκα καὶ αὐτὸς ἀφορμὰς τοῦ γράφειν παράσχοις ἐμοί· εἰ δ' οὖν, ἀποχρῶν σοι τοῦτο τὸ γράμμα, ἑτέροις ὑπόθεσις τῶν ἐπὶ σοὶ συγγραμμάτων ἐσόμενον.
7 μιξη.14τ Ὁ Ἀνδρόνικος ὁ ἀδελφὸς Μιχαὴλ βασιλέως τοῦ ∆ούκα. Χαριέστατος οὗτος ὁ βασιλεὺς καὶ μετὰ τὴν ἥβην εὐθὺς, πρόθυμος δὲ τὴν ψυχὴν περὶ λόγους καὶ οὐδὲ τῶν βαθυτέρων ἀπεχόμενος ζητημάτων· ἐμοὶ γοῦν πράγματα παρέχει περὶ τῶν ἀντιπόδων διαλεγόμενος, ἀπαρνούμενος τούτους, ἵνα μὴ ἀπὸ τῶν ποδῶν ἐς κεφαλὴν αἰωροῖντο· καὶ ἁδρότερος μὲν τὴν χεῖρα, δεξιὸς δὲ καὶ λεπτὸς, περὶ τὰς σκιὰς εὔκολος, τὸ ἦθος οὐ βαθὺ οὐδὲ εἰρωνικὸν ἔχων, ἀλλ' ἐκκείμενον ἅπασιν, εὐγενὴς τὴν προαίρεσιν, ἱππεύεσθαι ἐπιτήδειος, θερμὸς τὰ περὶ τὴν θήραν, ὥστε μήτε τοῦ λαγὼ ἐθέλειν ἀπολείπεσθαι, ἀλλὰ καὶ τοῖς γεράνοις συμπέτεσθαι, πρόχειρος μὲν βραχύ τι τὴν γλῶτταν, εἶτα δὴ εἰς χάριτας κατακλείων εἴ τί που παραφθέγξαιτο.
7 μιξη.15τ Κωνσταντῖνος ὁ ἀδελφὸς αὐτοῦ. Οὐ πρόχειρος οὗτος ὁ βασιλεὺς <τὴν> γνώμην, ἀλλ' εἴσῳ συννενευκὼς καὶ σωφρονιστῇ ἀτεχνῶς ἐοικώς· ἐγρήγορε δὲ τὰ πολλὰ, καὶ εἰπεῖν δεῆσαν τὴν γλῶτταν ὀξύ τερος· εἴκει δὲ οὐ ταχέως τοῖς ἀντιπίπτουσιν, ἀλλὰ λόγοις ἀντεμβάλλει λόγους καὶ πείθειν ἐπιχειρεῖ, ἀποτελευτᾷ δὲ εἰς μειδίαμα καὶ ἠρέμα ἐπιγάννυται οἷς ἐφθέγξατο· τὴν σύνεσιν πολιὸς, τὴν ψυχὴν βεβηκὼς, οὐ ταχὺ μεταπίπτων πρὸς ἅπερ ὁρμήσειεν, τὴν χεῖρα μέσος, οὔθ' ὕπτιος τὴν παλάμην, οὔτε συγκεκλεικὼς τοὺς δακτύλους, ἐφ' ἵππον ἐπιβῆναι δεξιὸς, θηρᾶσαι δὲ δεινὸς, πάγκαλον χρῆμα καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς.
7 μιξη.16τ Ἰωάννης Καῖσαρ ὁ ∆ούκας. Τί ἄν τις εἴποι περὶ τοῦ ἀνδρὸς τούτου, ὥστε ἐξισῶσαι τοὺς λόγους ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς; παντοδαπὸν γὰρ οὗτος χρῆμα καὶ οἷον κάλλιστον τῷ βίῳ ἀνάθημα, καὶ ἐκ δυεῖν τοῖς ἐναντίοιν ξυγκείμενος, ὀξύτατος γὰρ τὴν σύνεσιν ὢν ξυμπάντων ὧν ἐγὼ καὶ ᾔσθημαι καὶ τεθέαμαι, οὕτω πρᾳοτάτην ἐνδείκνυται τὴν ψυχὴν, ὡς εἰκάζεσθαι ῥεύματι ἐλαίου ἀψοφητὶ ῥέοντος. Τὰ μὲν οὖν ἐς στρατηγίαν κατὰ τοὺς ἀρχαίους ἐκείνους καὶ πολυϋμνήτους Καίσαρας, καὶ ὁπόσα τετολμήκασί τε καὶ κατωρθώκασιν Ἁδριανοὶ καὶ Τραϊανοὶ καὶ οἱ τῆς αὐτῆς ξυμμορίας, ἐκείνοις <συν>ελήλυθε πρὸς τὴν τοιαύτην ἐπι στήμην, οὐκ ἀπὸ ταὐτομάτου, οὐδὲ τυχαίως, ἀλλ' ἀπὸ τῶν τακτικῶν βιβλίων καὶ στρατηγικῶν καὶ πολιορκητικῶν καὶ περὶ ὅσων οἱ περὶ Αἰλιανὸν καὶ Ἀπολλόδωρον συγγεγράφα σιν· ἀλλὰ τὰ μὲν περὶ τὴν στρατηγίαν τοιοῦτος, ἐλάττων δὲ τὰ πολιτικὰ καὶ ὅσα ἐς δίκας φέρει καὶ τὰ δημόσια; πολλοῦ γε καὶ δεῖ· ξυρὸς γὰρ εἰς ἀκόνην πρὸς πάντα τὰ κάλλιστα, τοῦτο δὴ τὸ παροιμιῶδες· ἀλλ' ἐς ὀργὴν πρόχειρος; οὐ μὲν οὖν, εἰ μὴ ὅσον ἐνδείξασθαι· ἀλλὰ μνησικακῆσαι δεινός; ἀλλὰ τοῦτο δὴ τὸ μέρος καὶ μᾶλλον θαυμάσιος καὶ οἷος οὐκ ἄλλος· ἀλλὰ τὴν γλῶτταν πρόχειρος, ἢ πρὸς τὸν ἀδελφὸν πρότερον καὶ τὸν ἀνεψιὸν ὕστερον τόλμαν ἔχων ἢ παρρη σίαν; οὐ μὲν οὖν· ὥς γε δὴ καὶ παράδειγμα τοῖς