πολλοῖς ἡμῖν εὐλαβείας καθίσταται, ἁπανταχοῦ δὲ μετριάζων καὶ σπουδὴν παιδιᾷ κιρνῶν, ἐν τούτῳ μόνον οὐ καθεκτὸς, οὐδὲ σύμμετρος.
7 μιξη.17 Τὰ παντοδαπὰ κυνηγᾶται· περιεργάζεται οὖν πτερὸν ὄρνιθος καὶ θηρίων ὁρμὰς, ἐπιθωΰζει τε κυσὶ καὶ καταδιώκει βαλιὰν ἔλαφον, μαίνεταί τε περὶ τὰς ἄρκτους, ὃ δὴ πολλάκις αὐτῷ προσωνείδισα, ἀλλ' ἔστιν αὐτῷ ἡ θήρα ἀμετάθετα παιδικά· δυοῖν γὰρ τούτοις μερίζει τὸν βίον, βιβλίοις καὶ κυνηγεσίοις, μᾶλλον δὲ σχολάζοντι μὲν φίλα ταῦτα καὶ μελετώμενα, σπουδάζοντι δὲ οἰκεῖα ὅσα καὶ ὅσα πρὸς τοὺς καιρούς· εἰρηνεύειν <δὲ> τοῖς ἐναντίοις ἢ μάχε σθαι ἐπίσταται, λόχους, πολέμων τάξεις, διαιρέσεις τάξεων εἰπεῖν, ἢ φάλαγγα στῆσαι, πῶς πυκᾶσαι τὸ βάθος, πῶς ἀπολεπτῦναι τὸ πλαίσιον σχῆμα, τὸ κοιλέμβολον εἶδος, τὴν συναγωγὴν, τειχομαχίας, ἱππομαχίας, πεζὴν σύνταξιν πρὸς τοὺς καιροὺς, πρὸς τοὺς τόπους, καὶ τί καθ' ἕκαστον λέγω· ἐπὶ πᾶσι τῶν πάντων κεκράτηκε.
7 μιξη.18τ Γραφὴ τοῦ βασιλέως πρὸς τὸν Φωκᾶν. Γράφων οὖν ὁ βασιλεὺς πρῶτον μὲν τῆς χαλε πῆς ὑπερορίας καὶ τοῦ ἐν ἐκείνῃ τοῦ Φωκᾶ ἐκρεύσαντος χρόνου, τῆς τε τῶν οἰκείων ἐρημίας, καὶ τῆς ἀπόρου πενίας, καὶ τοῦ ῥυπῶντος χιτῶνος καὶ τῶν διερρηγμένων περιβο λαίων μιμνῄσκει, εἶτα τὴν οἰκείῳ κελεύσματι γεγενημένην ἀνάκλησιν αὐτοῦ καὶ τὴν ἐν βασιλείοις ἐν μεγίστῃ τιμῇ ὑποδοχὴν, καὶ τὰς σατραπικὰς, ὡς εἰπεῖν, εὐεργεσίας, καὶ πάντα λόγον παρατρεχούσας δεξιώσεις διεσήμαινε, καὶ ὅπως πᾶν εἴ τι μέγα καὶ σεμνότατον ἔχοι πολιτεία Ῥωμαϊκὴ φέρων εὐθέως αὐτῷ προσέθηκε, τιμαῖς τε καὶ στρατηγίαις τὰ πρῶτα ἐλάμπρυνεν καὶ ὑψηλότερον ἁπάντων τέθεικε, οὐσίας τε κύριον κατέστησε τοσαύτης ὅση πρέπειν ἐμφα νῶς τῷ ἀξιώματι ἔμελλε· «Τίς γάρ, φησιν, ἀμείνω σου τάξιν παρ' ἐμοῦ ἐκαρποῦτο, ἢ τίς ἐκρίνετο φίλος βασιλέως καὶ ὦτα καὶ ὀφθαλμός; τίς δὲ ἦν ὁ πάντα πείθων εἰ βούλοιτο; τίνι δὲ τῶν πραγμάτων ἀνεκοινούμην τὰ μέγιστα; ἃ γὰρ τόν τε ἀδελφὸν καὶ τὴν μητέρα ἔκρυπτον, ταῦτά σοι μόνῳ διέφαινον. Τίς δὲ ὁ παύων νῦν καὶ καθιστῶν τὰς μεγίστας ἀρχάς; ἐξ ὧν σὺ καὶ ἤκουες τοσοῦτον καὶ ἡ δυναστεία ηὔξηται· καὶ σιωπῶ τὰ εἰς πατέρα καὶ ἀδελφὸν καὶ συγγενεῖς διὰ σὲ πεπραγμένα μοι, καὶ τοὺς ὅσους ἐξ ἰδιωτικῆς ταπεινότητος εἰς ὕψος ἀξιωμάτων σὴν χάριν ἀνήνεγκα, καὶ τοὺς ὅσοι οὐ τοὺς τυχόντας πλούτους κατεκτήσαντο, ἐξ ἀπορίας προγονικῆς ἀρχὰς στρατηγικὰς καὶ πολιτικὰς διέποντες, ὧν καὶ ἀδικούντων λάθρα τε καὶ προδήλως οὐκ ἐποιούμην ἐπιστροφήν· εἰδὼς γὰρ ὡς πλῆθος, ἐσιώπων τὰ τοιαῦτα, σοῦ δὴ ἕνεκα πάντων ἀνεχόμενος· μίαν γὰρ τῶν κακῶν σέ μοι γενέσθαι μετὰ τὴν θείαν ῥοπὴν ἤλπιζον παραψυχήν· διὰ γὰρ τούτων καὶ συνεργὸν σὲ ἐφ' ᾧ τῶν ἐμῶν κύριος καταστῆναι ἄθραυστος εἱλόμην τε καὶ προσείληφα, σὲ μόνον τῶν ἐν ἀνθρώποις σύμμαχον καὶ συμμεριστὴν κατακτήσασθαι οἰηθεὶς, καὶ διά σου τοὺς ἐν μέσῳ κατευνασθῆναί μοι προσδοκήσας ταράχους· νῦν δὲ, ὢ τῶν ματαίων βουλευμάτων, ὢ τῶν ἀστηρίκτων ἐλπίδων· καὶ ἐπὶ τῆς ἐπὶ τοσοῦτον ἀγνωμοσύνης, ἄνθρακες ὁ θησαυρὸς ἀνασκαπτόμενος· οὐ γὰρ αἱ ἐλπίδες τὸ μάταιον ἔχουσι, μόνον εἰ μὴ παρὰ πολλῶν ἀπελπίσεται· ἀλλὰ καθ' ἑαυτῶν κεκινήκαμεν τὸν ἀνάγυρον, ἐλαίῳ πῦρ κατασβέσαι πεισθέντες.
7 μιξη.19 «Ἀντὶ γὰρ παραψυχῆς συμφορὰν, καὶ ἀντὶ συμμάχου πολέμιον, καὶ ἀντὶ συνεργοῦ καθαιρέτην τὰ λογοποιούμενα, εἴ γε ἀληθείας ἔχεται, ἀναφανδόν σε δεικνύει· ὥσπερ γὰρ τὰ ἔσχατα ἠδικημένον καὶ τεταραγμένον ὑπ' ἐμοῦ, οὕτω τὰς κατ' ἐμοῦ τιμωρίας ὁπλίζεσθαί σέ φασι, πάσῃ σπουδῇ τῆς βασιλικῆς καὶ διαφερούσης ἑστίας ἐμὲ μὲν ἐξῶσαι ἀγωνιζόμενον, σαυτῷ δὲ ταύτην μνηστευόμενόν τε καὶ οἰκειούμενον. Ἀλλὰ μὴ τοῦτο, μὴ μὴ, μάγιστρε, μηδὲ εἰς νοῦν ποτὲ βάλοιο· ὡς ἀπόλοιντο οἱ λογοποιοὶ