καὶ οἱ τῶν παραλαλουμένων δημιουργοὶ, οἱ τὰ ζιζάνια ἐπισπείροντες πονηροὶ καὶ ὑπὸ μόνου τοῦ βασκαίνειν τὰ μὴ ὄντα τερατευόμενοι, ὧν τοῖς ἀλόγοις ἢ ἀλλοκότοις οὐ προσέχειν δεῖ, ἐς τοῦτο μάλιστα, ὥς γε πείθομαι, ξυγκειμένοις, ὅπως τὴν κοινὴν ἡμῶν διαστήσωσι γνώμην καὶ τὴν τῆς προαιρέσεως καταστασιάσωσιν οὐ προσήκοντες ὁμόνοιαν. Πλὴν ἀλλὰ καὶ αὖθις λέγει, μὴ ἐπιχαρῇ ὁ ἐχθρὸς ἐφ' ἡμῖν, μηδὲ τῆς οὕτω θεομισοῦς καὶ πᾶσαν ἰδέαν κακίας παρελαυνούσης κἂν εἰς μνήμην ἔλθοις πράξεως· μηδὲ ἀγνώμων ἐπὶ τοσοῦτον καὶ ἄδικος ὀφθῆναι βουληθείης, μηδὲν ἔχων τοῖς εὐεργετηκόσιν ἐγκαλεῖν, μηδὲ τῷ βίῳ ἄπευκτον γενέσθαι διήγημα καὶ πονηρὸν ὑπόδειγμα καταδέξαιο.» 7 μιξη.20 Ἐπὶ τούτοις τοῦ εἰς μέσον παραληφθέντος ἐν τοῖς φρικτοῖς αὐτῷ ὀμωμοσμένοις Θεοῦ ἀνεμίμνῃσκε, καὶ ὅπερ τῆς δραστικῆς αὐτοῦ προνοίας τρόπος τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι, ἐδίδασκεν ὡς ἀκοιμήτῳ ὀφθαλμῷ τὰ τῇδ' ἐπισκοπεῖ, καὶ τὰς ἀντιδόσεις τῶν βεβιωμένων τοῖς ἁνθρώποις πρυτανεύει ἀεί· ἀντιμετρεῖται γὰρ παρ' αὐτῆς ἑκάστοις τὰ πράγματα, ἧς καὶ τῷ δικτύῳ οἱ σκολιῶς ἁλίσκονται πορευόμενοι, δι' ἧς καὶ τὰ τῆς τύχης εἰς τὸν ἀντίρροπον μεταφέρεται. «Εἰ μὲν καὶ τὴν τοῦ Θεοῦ κρίσιν πτοεῖ κἀκεῖνον τῶν σῶν ἀναμένεις ἐξεταστὴν, δυσωπήθητι τὴν τῶν ἔργων ἀσφάλειαν· ἡγείσθω <ἡ> εὐβουλία τῆς ἐγχειρίσεως, τὸ συνῆσον τῆς ἐπιβουλῆς τῶν πραγμάτων, πρὸ τῆς ἐπιβουλῆς ἡ βουλή· τὸν γὰρ κακῶς βουλευόμενον πρῶτον ἡ ἐγχείρισις ἔβλαψεν.»