Narratio de cruce seu imagine Berytensi

 εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα το

 ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς

 ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντ

 οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰ

 ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδη

εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα τοῦ Κυρίου. Τότε θυμοῦ πλησθέντες, τὸν μὲν Ἰουδαῖον τὸν οἰκοῦντα ἐκεῖσε ἐξελάσαντες ἀποσυν άγωγον ἐποίησαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταγαγόντες, εἶπον ἐν ἑαυτοῖς, ὅτι Καθὼς οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτῷ, οὕτω καὶ ἡμεῖς ἐμπαίζωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον εἷς καθεὶς, οἱ πάντες αὐτῶν ἐῤ ῥάπιζον τὴν εἰκόνα τοῦ Κυρίου λέγοντες· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. Λέγουσιν, ὅτι Ἠκούσαμεν, πολλοὺς ἐμπαιγμοὺς ἐποίησαν αὐτῷ· καὶ ἡμεῖς πάντα ποιήσωμεν. Ἐμ παιγμοὺς οὖν ἀπείρους ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε ποιήσαντες ἥλους προσήλωσαν τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Κυρίου. Πάλιν λέγουσιν· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν οὕτω καὶ ἡμεῖς. Καὶ ἐποίησαν ὡσαύτως, ἐπιθέντες εἰς τὸ στόμα τοῦ Κυρίου τῆς εἰκόνος σπόγγον μετὰ ὄξους πεπληρωμένον. Λέγουσι πάλιν· Ἐμάθομεν, ὅτι κα λάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Λέγουσι πάλιν· Ἀκριβέστερον οἴδα μεν, ὅτι λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἤνοιξαν· μὴ ἓν παραλείψωμεν, ἀλλὰ μᾶλλον προσθήσωμεν. Καὶ τοῦτο ποιήσαντες, ἐνεχθῆναι λόγχην προετρέψαντο, 28.801 καὶ ἐνεχθείσης τῆς λόγχης, ἄραντες αὐτὴν ἐκέντησαν κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Σωτῆρος. Παρ ευθὺ δὲ ἐξέβλυσεν αἷμα καὶ ὕδωρ εἰς πλῆθος πολύ. Τούτου δὲ τοῦ παραδόξου θαύματος γενομένου, ἔκπληξις ἔλαβεν ἅπαντας τοὺς βλέποντας τὰς δυναστείας τοῦ Θεοῦ καὶ τὰ παράδοξα θαυμάσια. Ὡς ἀνεξερεύνητα τὰ κρίματα τῆς δικαιοσύνης σου, καὶ ἀπέραντος ἡ ἀγαθότης καὶ τὸ πολὺ ἔλεός σου, ∆έσποτα! Τίς λαλήσει τὰς δυναστείας σου, Κύ ριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, φιλάνθρωπε, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Χριστὲ, δόξα σοι. Τίς ὡς σὺ, ∆έσποτα; Τίς πλὴν σοῦ ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος! Ὢ τῆς τοῦ Σωτῆρος μεγαλειότητος! Ἔφριξαν καὶ νῦν αἱ ἄνω δυνάμεις ἐπὶ τούτῳ. Ὢ πόση μακροθυμία! ὢ πόσον ἔλεος! πρώην γὰρ δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτη ρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθη ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὢν αὐτὸς τῇ θεότητι· νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι ἐσταυρώθης, ὦ ∆έσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, εἰς στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πεπιστευκότων. Ἀλλὰ δόξα σοι, ∆έσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν σὺν τῷ παναχράντῳ Πατρὶ, καὶ τῷ Υἱῷ αὐτοῦ Ἰη σοῦ Χριστῷ, καὶ τῷ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀκούσατε ὑμεῖς, ἀδελφοὶ, μετὰ φόβου Θεοῦ καὶ χαρᾶς καὶ τὰ λοιπὰ ἅπερ ᾠκονομήθη ὑπὸ τοῦ Κυρίου. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς ἁγίας καὶ τιμίας εἰκόνος, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, συνήχθη πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, λέγοντες πρὸς ἀλλήλους· Ἐπειδὴ θρυλοῦσιν οἱ σεβό μενοι αὐτὸν, ὅτι ἰάσεις πολλὰς ποιεῖ, λάβωμεν τούτου τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν αὐτὸ εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ' αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Καὶ προσ ενέγκαντες τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν, ἐμπαί ζοντες ἔπλησαν τὴν βῆσσαν, ἔνθα ἐξίει τὸ ὕδωρ· καὶ συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρὸ πάντων παράλυτον· ὃν ᾔδεσαν ὄντα ἐκ γενετῆς. Προσφέρον τες δὲ τὸν παράλυτον ἔχρισαν αὐτόν· καὶ εὐθέως συν εσφίγχθη καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος. Παρα χρῆμα δὲ μεγάλη ταραχὴ

2