Narratio de cruce seu imagine Berytensi

 εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα το

 ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς

 ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντ

 οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰ

 ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδη

ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδησε, καὶ ἥλατο ὑγιανθεὶς καθόλου ὁ ἄνθρωπος. Εἶτα ἤγαγον τυφλοὺς, κἀκεῖνοι ὁμοίως χρισθέντες ἀνέβλεψαν, δαιμονιῶντες ἀναρίθμητοι παραυτίκα ἐκαθαρίσθησαν. Ταραχὴ γέγονε μεγάλη κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐπιτρεχόντων διὰ τὰ ἄπειρα θαύματα. Ἐκινήθησαν πάντα τὰ πλήθη τῶν Ἰουδαίων, τῶν οἰκούντων τὴν πόλιν, ὡς μήτε τὴν συναγωγὴν αὐτῶν, καίτοι μεγίστην οὖσαν, χωρεῖν, μήτε τὸν τόπον, τοῦ πλήθους τοῦ ἀπείρου λαοῦ συνδραμόντος διὰ τὰ ἄπειρα θαύματα. Πάντες δὲ οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ ὁ λαὸς, καὶ τὰ πλήθη τῶν Ἰουδαίων, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κράζοντες καὶ λέγοντες· ∆όξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρω 28.812 σαν, καὶ ἀφ' ἡμῶν νῦν σταυρωθεὶς ἐπὶ τῇ εἰκόνι σου. ∆όξα σοι, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τοσαῦτα ποιήσας θαυμάσια. Σοὶ πιστεύομεν· ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς. Ταῦτα ἐβόων ἅπαντες πενθοῦντες· καὶ αἱ βοαὶ αὐτῶν ἀνεπέμποντο, ἀρχιερέων χριόντων, καὶ πάντων θεραπευομένων καὶ ζωοποιουμένων. Μετὰ δὲ τὸ πάντας ἰαθῆναι, αὖθις πρὸς ἐπίσκοπον τῆς ἐκεῖσε Ἐκκλησίας, ἤδη μεμαθηκόντα τὰ γενόμενα, τὰ πλήθη τῶν Ἰουδαίων κατέδραμον, κράζοντες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς αὐτοῦ μονογενὴς, εἷς Χριστὸς ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν· αὐτὸν Θεὸν οἴδαμεν, τούτῳ ἡμεῖς πιστεύομεν. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τήν τε εἰκόνα τῷ ἀρχιεπισκόπῳ δείξαντες, καὶ ἀπαγγείλαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ εἰκόνα, τό τε αἷμα καὶ τὸ ὕδωρ ἐμήνυον, καὶ τὸ πῶς ἐξελήλυθεν ἀπὸ τῆς πλευρᾶς τῆς εἰκόνος, τῶν τε ἀπείρων θαυμάτων τὰ γεγονότα. Οὕτως ἅπαντα τὰ πλήθη τοῦ ἁγίου βαπτίσματος ἀξιωθῆναι ἱκέτευον. Οὓς λαβὼν ὁ ἐπίσκοπος ἅμα τῷ ἐκεῖσε κλήρῳ πάντας ἐπὶ πολλὰς ἡμέρας ἐβάπτισε. Τὴν δὲ συναγωγὴν ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀφιέρωσεν, ἐκείνων παρακαλεσάντων· τὰς δὲ λοιπὰς συναγωγὰς αὐτῶν μαρτύρια πεποίηκε. Καὶ ἐκ τούτου χαρὰ μεγάλη γέγονεν ἐν τῇ πόλει ἐκείνῃ, οὐ μόνον σωμάτων ἰαθέντων, ἀλλὰ καὶ τοσούτων ψυχῶν ἐκ νεκρῶν εἰς ζωὴν ἐπανελθόντων. Ταῦτα γνοὺς ἐγὼ, ἐσπούδασα δηλῶσαι ὑμῖν, προσφιλέστατοι ἀδελφοὶ, εἰς ὠφέλειαν τῶν ψυχῶν ὑμῶν· ἵνα, γνόντες καὶ ἐπὶ τούτῳ τοῦ ἡμετέρου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν δύναμιν, πλέον τῇ εἰς αὐτὸν στερεωθῆτε πίστει, καὶ ἀγαλλιασθῆτε ἐπὶ τοῖς μεγάλοις αὐτοῦ θαύμασι τοῖς νῦν γεγενημένοις. ∆ότε οὖν αὐτῷ δόξαν μετ' εὐφροσύνης, καὶ κατάνυξιν καρδίας, καὶ θρήνῳ χαίροντες, καὶ εὐχαριστοῦντες ἐπὶ τῇ αὐτοῦ μεγαλειότητι, ὅτι τῆς αὐτοῦ πίστεως ἡμᾶς ἠξίωσε, καὶ τῆς αὐτοῦ ἐπιγνώσεως. Ναὶ, τέκνα μου ἀγαπητὰ, γνῶμεν καὶ ἐπὶ τοῦ παρόντος τοῦ ἀπεράντου ἡμῶν Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ δοξάσωμεν τὴν αὐτοῦ ἀγαθότητα, τοῦ ἀληθινοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος. Αὐτῷ γὰρ πρέπει τιμὴ, κράτος, μεγαλοσύνη καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

6