Narratio de cruce seu imagine Berytensi

 εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα το

 ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς

 ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντ

 οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰ

 ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδη

οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰουδαῖον λέγων, ὅτι Μέ χρι τοῦ παρόντος οὐκ εἶδον τὴν εἰκόνα ταύτην. Καὶ ἐσιώπησεν ὁ κληθείς. Ἀπελθὼν δὲ πρὸς τοὺς ἀρχιε ρεῖς, διαβάλλει τὸν Ἰουδαῖον τὸν ἐκ τῷ οἴκῳ λέγων, ὅτι Ὁ δεῖνα εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ ἀκούσαντες ἐπλήσθησαν θυμοῦ μεγάλου, καὶ τὴν ἑσπέραν ἐκείνην ἡσύχασαν. Πρωΐας δὲ ἤδη γενομένης, παραλαμβάνουσιν οἱ ἀρχιερεῖς αὐτὸν τὸν διαβάλλοντα τὸν Ἰουδαῖον καὶ ὄχλον πολλὸν ἔθνους αὐτῶν, καὶ ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἰουδαίου, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Γενόμενοι ἐπὶ τοῦ τόπου, εἰσεπήδησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι σὺν τῷ καταμηνύσαντι, καὶ ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου ἱσταμένην, ὑποδείξαντος ἐκεί νου. Τότε θυμωθέντες σφόδρα, τὸν μὲν Ἰουδαῖον τὸν κατοικοῦντα ἐν τῷ οἴκῳ ἀποσυνάγωγον ποιήσαν τες ἤλασαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταναγόντες ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέ ρες ἡμῶν ἐνέπαιξαν αὐτὸν τότε τὸν τοιοῦτον. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον αὐτοῦ τῆς ἁγίας εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσ ωπον ἔνθεν καὶ ἔνθεν. Καὶ ταύτην ῥαπίζοντες, ἔλεγον· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποι ήσωμεν καὶ ἡμεῖς τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν· Ἠκούσαμεν, ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Θεοῦ. Ἀπορῶ δὲ λέγειν ὑμῖν ὃ τότε τετόλ μηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐ τοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποι ήσωμεν. Τότε καὶ τοὺς πόδας καὶ τὰς χεῖρας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν ἥλους. Πάλιν λέγουσι μεμη 28.809 νότες· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐ τὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτὸ καὶ ἡμεῖς· καὶ ἐποίησαν προσθέντες εἰς τὸ στόμα τοῦ Κυρίου σπόγ γον ὄξου πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκα μεν, ὅτι καλάμῳ ἔτυψαν αὐτοῦ τὴν κεφαλὴν οἱ πατέ ρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόν τες κάλαμον ἔτυπτον τὴν κεφαλὴν τῆς εἰκόνος. Τέλος λοιπὸν λέγουσιν, ὡς Ἀκριβῶς μανθάνομεν, ὅτι τὴν πλευρὰν αὐτοῦ λόγχῃ ἤνοιξαν· μηδὲν παραλείψωμεν, ἀλλὰ προσθῶμεν καὶ τοῦτο. Ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέστρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην· καὶ ἀρὼν κατὰ τῆς εἰκόνος τοῦ Κυρίου, εὐθέως οὖν ἀν έβλυσε πλῆθος αἵματος καὶ ὕδατος ἐξ αὐτῆς. Χριστὲ, δόξα σοι· ἀκατάληπτε, δόξα σοι. Τίς ὡς σὺ, ∆έσποτα; Τίς πλὴν σοῦ, Θεὸς, ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος τῆς τοῦ Σωτῆρος ἡμῶν μεγαλειότητος! ἔφριξαν ἀληθῶς αἱ ἄνω ἅγιαι δυνά μεις καὶ ἐπὶ τοῦτο. Πόσος εἶ, ∆έσποτα, εἰς φιλανθρω πίαν! Ὁπόσος σὺ ἐν ἐλέει! Πρώην γὰρ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθης ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὁ αὐτὸς ἐν τῇ θεότητι. Νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι σου ἐσταυρώθης, ὦ ∆έσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πιστευόντων. Ἀλλὰ δόξα σοι, ∆έσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀμήν. Ὑμεῖς δὲ, τέκνα, ἀκούσατε τὰ λοιπὰ, ἅπερ ᾠκονόμησεν ἡ αὐτοῦ ἀγαθότης. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὡς ἑτέρως εἴρηται, λέγουσιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ· Ἐπειδὴ θρυλοῦσιν αὐτὸν οἱ σεβόμενοι ὅτι καὶ ἰάσεις πολλὰς ἐποίησε, λάβωμεν αὐτοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ' αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Τότε προσήνεγκαν τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν κατὰ τὸν τόπον τῆς σφαγῆς τῆς λόγχης, ὅθεν ἐξίει τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἔπλησαν τὴν βῆσσαν. Καὶ ἀπαγαγόντες, ἐμπαίζοντες, ἵνα, ὡς ἐνόμιζον, ὑβρίσωσιν

5