Narratio de cruce seu imagine Berytensi

 εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα το

 ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς

 ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντ

 οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰ

 ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδη

ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν, πα ραλύτους, κυλλοὺς, ξηροὺς, χωλοὺς, καὶ τυφλοὺς, καὶ δαιμονιῶντας, καὶ ἑτέρους ἔχοντας παντοίας νόσους· καὶ πάντες, χριόμενοι ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδα τος τῆς πλευρᾶς τῆς τιμίας εἰκόνος τοῦ Κυρίου, τὰ σώματα αὐτῶν ὑγιῆ ἐγένοντο. Πάντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ ὁ λαὸς τῶν Ἰουδαίων ἐπίστευ σαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀληθινὸν Θεὸν ἡμῶν, κράζοντες καὶ λέγοντες· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· μεγάλη ἡ πίστις τῶν Χριστια νῶν. ∆όξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύ ρωσαν, ὁ καὶ δι' ἡμῶν σταυρωθεὶς ἐν τῇ ἀχράντῳ καὶ τιμίᾳ εἰκόνι σου. ∆όξα σοι, Ἰησοῦ Χριστὲ, Υἱὲ 28.804 τοῦ Θεοῦ, ὁ ποιῶν μεγάλα θαυμάσια. Σοὶ πιστεύομεν, εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον. Ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς, ὡς ἐδέξω τοῦ λῃστοῦ ἐπὶ τοῦ ἁγίου σου σταυροῦ τὴν μετάνοιαν. Συγκαταρίθμησον ἡμᾶς τοὺς ἀναξίους τοὺς προσελθόντας σοι τοῖς μετὰ τὴν ἑνδεκάτην ὥραν, καὶ ἡμᾶς συγκαταρίθμησον καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν, τοὺς ἐσκοτισμένους, οὓς ὁ πονηρὸς ἐσκότισε διάβολος· ἵνα, φωτισθέντες διὰ τοῦ ἁγίου σου βαπτίσματος, καταξιωθῶμεν καὶ ἡμεῖς τῆς ἐπουρανίου σου στρατιᾶς. Ταῦτα δὲ ἔκραζον λέγοντες, καὶ κηρύττοντες μεγαλοφώνως τὰ θαυμάσια τοῦ Θεοῦ. Ἐξῆλθε δὲ ἡ φήμη αὕτη εἰς πᾶσαν τὴν οἰκουμένην περὶ τῆς τιμίας εἰκόνος τοῦ παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν· καὶ ἰῶντο πάντες τῇ Θεοῦ ἀγαθότητι. Μετὰ δὲ ταῦτα προσῆλθον τῷ ἁγιωτάτῳ ἐπι σκόπῳ τῆς ἁγιωτάτης Ἐκκλησίας ἅπαντα τὰ πλήθη τῶν Ἰουδαίων, προστρέχοντες καὶ λέγοντες· Κατ αρίθμησον ἡμᾶς τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, βάπτισον ἡμᾶς καὶ ποίησον Χριστιανούς. Ἔκραζον δὲ ὁμοθυμαδὸν ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν σὺν γυναιξὶ καὶ παιδίοις λέγοντες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς ὁ μονογενὴς, εἷς Κύριος· αὐτὸν Θεὸν ὁμολογοῦμεν, καὶ οἴδαμεν καὶ γινώσκομεν· αὐτὸν Θεὸν οἴδαμεν, αὐτὸν ἡμεῖς πιστεύομεν, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀναληφθέντα ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων μαθητῶν αὐτοῦ, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τὴν ἁγίαν τε εἰκόνα τῷ ἀρχιεπισκόπῳ τῆς ἐκεῖσε πόλεως ἐπιδείξαντες, καὶ ἀπαγγεί λαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ ἁγίαν εἰκόνα, τό τε αἷμα καὶ ὕδωρ ἐπιδείξαντες, καὶ πῶς ἐξῆλθεν ἐκ τῆς πλευρᾶς τοῦ Σωτῆρος· ὅμως πρὸς βεβαίωσιν πάντων λαβὼν ὁ ἐπίσκοπος ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδατος, καὶ πολλοὺς ἀσθενεῖς προσενέγκαντες, καὶ ἀλείφων αὐτοὺς, ὑγιεῖς ἀπέλυσε. Τούτων τῶν ἀπείρων θαυμάτων γεγονότων, οὕτως ἅπαντες καθ ικέτευον τὸν ἐπίσκοπον τυχεῖν τοῦ ἁγίου βαπτίσματος, καὶ μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων μυστηρίων τοῦ τιμίου σώματος καὶ αἵματος. Τότε ὁ ἐπίσκοπος παραλαβὼν αὐτοὺς, καὶ συγκαλέσας ἅπαντα τὸν κλῆρον τῆς ἁγιωτάτης τοῦ Θεοῦ Ἐκκλη σίας, ἐπὶ πολλάς τε ἡμέρας κατηχήσας, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τὴν συναγωγὴν τῶν Ἰου δαίων ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν ἐποίησε. Παρακαλεσάντων δὲ αὐτῶν τὸν ἁγιώτατον ἐπίσκοπον, καὶ τὰς λοιπὰς συναγωγὰς, ναοὺς Θεοῦ, καὶ μαρτύρια τῶν ἁγίων αὐτοῦ μαρτύρων ἀφιερῶσαι [ἀφιερῶσι], εἰς δόξαν τοῦ Θεοῦ καὶ καύχημα τῆς ὀρθοδόξου πί στεως. Κατέστησε δὲ καὶ ἐξ αὐτῶν πρεσβυτέρους καὶ διακόνους, ὑποδιακόνους, καὶ ἀναγνώστας. Καὶ 28.805 οὕτω μεγάλη χαρὰ ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐπὶ τῷ παραδόξῳ θαύματι τῆς τιμίας καὶ ἁγίας εἰκόνος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ τῇ πόλει ταύτῃ· οὐ μόνον σωμάτων πάθη ἰωμένων, ἀλλὰ καὶ

3