Narratio de cruce seu imagine Berytensi

 εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα το

 ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς

 ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντ

 οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰ

 ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδη

ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντυγχανόντων, τοῦ στηριχ θῆναι τὰς ψυχὰς ὑμῶν ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐπὶ τῇ πτώσει ἡμῶν χαίροντος, καὶ στερεωθῶμεν ἐπὶ τῇ στερεᾷ πίστει τῆς ὁμολογίας τοῦ Χριστοῦ. ∆ῶμεν οὖν δόξαν μετ' εὐφροσύνης ἐν κατανύξει καρδίας, καὶ εὐχαριστίας, εὐχαριστοῦντες αὐτῷ ἐκ καθαρᾶς πίστεως, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τῆς ἐπιγνώσεως αὐτοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Περὶ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ γενομένου θαύματος ἐν Βερυτῷ τῇ πόλει.

Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο, ὅπερ γέγονε νῦν. Ἐμβλέψατε εἰς τὸ ἄπειρον θαῦμα τοῦ Θεοῦ, καὶ δότε αὐτῷ δόξαν τῷ Θεῷ, κατανοήσατε εἰς τὴν ἄφα τον αὐτοῦ φιλανθρωπίαν, τὸ μέγεθος τῆς αὐτοῦ οἰκο νομίας, καὶ θρῆνον μετ' εὐφροσύνης ἀναλάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ὁ γὰρ Θεὸς ἡμῶν, καὶ ἐφ' ἡμῶν, ἐκστήσεται πᾶσα καρδία τῶν ἀκουόντων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τῷ τετολμημένῳ τούτῳ τῷ θεάματι· ἐταράχθη πάλιν ἄβυσσος, καὶ ἥλιος ἐσκοτίσθη, καὶ οἱ ἀστέρες, καὶ ἡ σελήνη ὁμοίως ἐπὶ τῷ γεγονότι. Ἀλλὰ πάλιν ηὐφράνθησαν ἐπὶ τῇ οἰ κονομίᾳ τῇ γενομένῃ ὑπὸ Κυρίου πᾶσαι τῶν οὐ ρανῶν δυνάμεις. Ἀκούσατε οὖν, ἀδελφοὶ, καὶ ἔκ στητε, ᾧ γέγονε ταῖς ἡμέραις ἡμῶν συνιέντες συνίετε, καὶ τὸ οὖς ὑμῶν κλίνατε τῆς καρδίας, καὶ ἀκούσατε. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη ἐν μεθορίοις Τύρου καὶ Σιδῶνος, τελοῦσα δὲ Ἀντιοχείας. Ἐνταύτῃ οὖν τῇ πόλει τῇ Βηρυτῷ πλήθη πολλά εἰσι τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν, μεγάλης οὔσης σφόδρα, Χριστιανὸς ἔλαβε κελλίον ἐν οἰκίῳ παρά τινος· ἐν ᾧ κατοικῶν ἄντικρυς τοῦ ἀκουβίτου αὐτῶν, ἐποίησεν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σεμνῶς ἐζωγραφημένην, ὁλόστατον ἔχουσαν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν 28.808 Ἰησοῦ Χριστοῦ. Χρόνου δὲ ὀλίγου διελθόντος, ἐπ εζήτησε οἶκον μείζονα ὁ Χριστιανὸς ὡς χρῄζων. Τοῦτο δὲ ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾠκονόμησε χάρις, ὥς γε ἐγὼ πείθομαι, τοῦ θέλοντος πάν τας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτὸν εἰς ἔλεγχον τῶν ἀσεβῶν, στηριγμὸν δὲ τῶν πιστῶν. Ἐζήτει οὖν ὁ Χριστιανὸς, ὡς ἔφην, μείζονα οἶκον, καὶ εὑρών τι ἀπὸ τῆς πόλεως, μετῆρεν ἐκεῖσε, καὶ μετὰ χαρᾶς πάντα τὰ αὐτοῦ, καὶ καταλείπων ἐξ οἰκονομίας Θεοῦ, τὴν εἰκόνα τοῦ Κυρίου ἀφῆκε, καθὰ ἔφην. Ἰουδαῖος δέ τις ἔλαβεν ἐνοικίῳ τὸν οἶκον ἐκεῖνον, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Εἰσαγαγὼν δὲ πάντα τὰ αὐτοῦ κατέμενεν ἐν οἴκῳ, μὴ θεωρήσας τὴν εἰκό να τοῦ Κυρίου, ὅτι ἵστατο ἐκεῖ. Οὐδὲ γὰρ ἐνόησε τὸν τόπον ἐκεῖνον, ἀλλ' εἰσελθὼν κατέμενεν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν ὁ αὐτὸς Ἰουδαῖος σύνεθνον αὐ τοῦ ἐπὶ ἄριστον. Καὶ ἐν τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ κληθεὶς Ἰουδαῖος εἰς τὴν εἰ κόνα τοῦ ἐσταυρωμένου, ἐκεῖ ὕβρεις παμπόλλας καὶ ἀθεμίτους, ἀφ' ἧς ὥρας εἶδε τὴν εἰκόνα τοῦ Θεοῦ, κατ' αὐτῆς εἶπε, ἃς

4