1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

νόμος ὑποχωρεῖ· πῶς ἡ χάρις ἐπανθεῖ· πῶς οἱ τύποι παρέρχονται· πῶς αἱ σκιαὶ διαβαίνουσιν· πῶς ὁ ἥλιος τὴν οἰκουμένην πληροῖ· πῶς ἡ Παλαιὰ πεπαλαίωται· πῶς ἡ Καινὴ βεβαιοῦται· πῶς τὰ ἀρχαῖα παρῆλθεν, καὶ πῶς τὰ νέα ἐπήνθησε. ∆ύο λαοὶ ἐν Σιὼν κατὰ τοῦ Χριστοῦ πάθους καιρὸν παραγεγόνασι· ὁ ἐξ Ἰουδαίων ὁμοῦ, καὶ ὁ ἐξ ἐθνῶν· δύο βασιλεῖς, Πιλᾶτος καὶ Ἡρώδης· δύο ἀρχιερεῖς, Ἄννας καὶ Καϊάφας· ἵνα τὰ δύο ὁμοῦ πάσχα γένωνται, τὸ μὲν καταπαυόμενον, τὸ δὲ τοῦ Χριστοῦ ἐναρχόμενον· δύο θυσίαι κατ' αὐτὴν τὴν ἑσπέραν ἐπετελοῦντο· ἐπειδὴ καὶ σωτηρίαι, ζώντων λέγω καὶ νεκρῶν, ἐπραγματεύοντο. Καὶ ὁ μὲν Ἰουδαῖος ἐδέσμει θύων ἀμνὸν ἐπὶ σφαγὴν, ὁ δὲ ἐξ ἐθνῶν Θεὸν ἐν σαρκί. Καὶ ὁ μὲν τῇ σκιᾷ ἠτένιζεν· ὁ δὲ τῷ ἡλίῳ Θεῷ προσέτρεχε, Καὶ οἱ μὲν δήσαντες Χριστὸν ἀπεπέμποντο, οἱ δὲ ἐξ ἐθνῶν προθύμως αὐτὸν ἐδέχοντο. Καὶ οἱ μὲν κτηνόθυτον, οἱ δὲ θεόσωμον θυσίαν προσέφερον. Ἀλλ' οἱ μὲν Ἰουδαῖοι τὴν ἐξ Αἰγύπτου διάβασιν ἐμνημόνευον, οἱ δὲ ἐξ ἐθνῶν τὴν ἐκ τῆς πλάνης λύτρωσιν προεκηρύττοντο. Καὶ ταῦτα ποῦ; ἐν Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου· ἐν ᾗ εἰργάσατο σωτηρία ἐν μέσῳ τῆς γῆς, ἐν μέσῳ δύο ζώων γνωσθεὶς Ἰησοῦς ὁ θεόπαις· ἐν μέσῳ Πατρὸς καὶ Πνεύματος τῶν δύο ζώων, ζωὴ ἐκ ζωῆς, φησὶ, ζωὸς γνωριζόμενος, καὶ ἐν μέσῳ ἀγγέλων καὶ ἀνθρώπων τῇ φάτνῃ τικτόμενος· καὶ ἐν μέσῳ δύο λαῶν λίθος ἀκρογωνιαῖος κείμενος· καὶ ἐν μέσῳ νόμου καὶ προφητῶν ὁμοῦ κηρυττόμενος· καὶ ἐν μέσῳ Μωϋσῆ καὶ Ἠλία ἐπὶ τοῦ ὄρους ὀπτανόμενος· καὶ ἐν μέσῳ τῶν δύο λῃστῶν Θεὸς τῷ εὐγνώμονι λῃστῇ γνωριζόμενος· καὶ ἐν μέσῳ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης κριτὴς αἰώνιος καθεζόμενος· καὶ ἐν μέσῳ σήμερον ζώντων καὶ νεκρῶν διττὴν ζωὴν καὶ σωτηρίαν ποιησάμενος. ∆ιττὴν πάλιν λέγω ζωὴν, διττὴν γέννησιν ὁμοῦ καὶ ἀναγέννησιν, καὶ ἄκουσον Χριστοῦ διττοῦ τόκου τὰ πράγματα, καὶ κρότει τὰ θαύματα. Ἄγγελος μὲν τῇ Μαρίᾳ μητρικὴν τοῦ Χριστοῦ γέννησιν εὐηγγελίσατο· ἄγγελος δὲ τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ τὴν ἐκ τοῦ τάφου φρικτὴν ἀναγέννησιν εὐηγγελίσατο. Νυκτὶ Χριστὸς ἐν Βηθλεὲμ γεννᾶται· νυκτὶ πάλιν ἐν 43.444 τῇ Σιὼν ἀναγεννᾶται. Σπάργανα εἰς τὴν γέννησιν καταδέχεται· σπάργανα καὶ ἐνταῦθα κατατυλίττεται. Σμύρναν γεννηθεὶς ἐδέξατο σμύρναν καὶ ἐν τῇ ταφῇ καὶ ἀλοὴν καταδέχεται. Ἐκεῖ Ἰωσὴφ ἄνανδρος ἀνὴρ τῆς Μαρίας προσηγόρευται· ἀλλ' ὧδε Ἰωσὴφ ὁ ἐξ Ἀριμαθαίας κηδευτὴς τῆς ζωῆς ἡμῶν ἀναδείκνυται. Ἐν Βηθλεὲμ καὶ ἐν φάτνῃ ὁ τόπος· ἀλλὰ καὶ ἐν τῷ τάφῳ ὡς ἐπὶ φάτνης ὁ τόπος. Πρῶτοι πάντων ποιμένες τὴν Χριστοῦ εὐηγγελίζοντο γέννησιν· ἀλλὰ καὶ πρῶτοι πάντων ποιμένες Χριστοῦ μαθηταὶ εὐηγγελίσθησαν τοῦ Χριστοῦ τὴν ἐκ νεκρῶν ἀναγγέννησιν. Ἐκεῖ, Χαῖρε, ὁ ἄγγελος τῇ Παρθένῳ ἐβόησε· καὶ ἐνταῦθα, Χαίρετε, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος Χριστὸς ταῖς γυναιξὶ ἀνακέκραξεν. Ἐν τῇ πρώτῃ γεννήσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας εἰσῆλθεν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ, εἰς τὸν ναὸν, καὶ προσήγαγεν ὡς πρωτότοκος ζεῦγος τρυγόνων Θεῷ· ἀλλὰ καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας ἀνῆλθεν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ὅθεν οὐκ ἐχωρίζετο, καὶ εἰς τὰ ὄντως Ἅγια τῶν ἁγίων ὡς πρωτότοκος ἄφθαρτος ἐκ νεκρῶν, καὶ προσήγαγε τῷ Θεῷ καὶ Πατρὶ ὡς δύο ἀμώμους τρυγόνας, τὴν ψυχὴν καὶ τὴν σάρκα τὴν ἡμετέραν· ὃν καὶ ὑπεδέξατο, ὡς Συμεών τις, ὁ Παλαιὸς τῶν ἡμερῶν Θεὸς καὶ Πατὴρ, ὡς ἐν ἀγκάλαις ἐν ἰδίοις κόλποις ἀπεριγράπτως. Ἐὰν δὲ μυθικῶς ταῦτα καὶ οὐ πιστῶς ἀκούῃς, κατηγοροῦσί σου αἱ ἄλυτοι σφραγῖδες τοῦ ∆εσποτικοῦ τῆς ἀναγεννήσεως Χριστοῦ μνήματος. Ὥσπερ γὰρ ἐσφραγισμένων τῶν πανεμφύτων μητρανοίκτων κλείθρων τῆς παρθενικῆς φύσεως Χριστὸς ἐκ Παρθένου γεγέννηται· οὕτως ἀδιανοίκτων ὄντων τῶν τοῦ τάφου σφραγίδων ἡ Χριστοῦ ἀναγέννησις πέπρακται. Πῶς δὲ ἐν τάφῳ καὶ πότε, καὶ