1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

γὰρ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ' αἰῶνος κεκοιμημένων κακῶς ἤρξατε· ἀλλ' οὐκέτι λοιπὸν αὐτῶν, ἀλλ' οὐδ' ἄλλων, ἀλλ' ὑμῶν, ἀλλ' οὐδ' αὐτῶν ὑμῶν ἔσεσθε ἄρχοντες. Πάρεστι γὰρ Χριστὸς ἡ οὐράνιος θύρα· Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾅδου δυσμῶν. Κύριος ὄνομα αὐτοῦ, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου πυλῶν. Ὑμεῖς ἐποιήσατε τὰς εἰσόδους· τὰς διεξόδους αὐτὸς ποιῆσαι παραγέγονεν. ∆ιὸ μὴ μέλλετε· Ἄρατε πύλας καὶ ταχύνατε· ἄρατε, καὶ μὴ ἀναβάλλετε. Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς ταῖς πύλαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ἅμα αἱ δυνάμεις ἐβόησαν, ἅμα αἱ πύλαι ἐπήρθησαν, ἅμα αἱ ἁλύσεις ἐλύθησαν, ἅμα οἱ μοχλοὶ κατεκλάσθησαν, ἅμα τὰ κλεῖθρα ἐξέπεσαν, ἅμα τὰ θεμέλια τοῦ δεσμωτηρίου ἐδονήθησαν, ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν ἐτράπησαν, ἕτερος ἕτερον συνωθούμενος, καὶ ἄλλος πρὸς ἄλλον συμποδιζόμενος, καὶ ἕτερος τῷ ἑτέρῳ φεύγειν φθεγγόμενος· ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοιώθησαν, ἐθροήθησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ 43.460 καὶ ἐτρόμαξαν. Καὶ ὁ μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συνεκάλυπτε· καὶ ἄλλος πρηνὴς ἀνεπήγνυτο, καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦτο, καὶ ἄλλος τῷ θάμβει κατείχετο, καὶ ἕτερος οὐρανίων ἠλλοιωμένος κατέκειτο, καὶ ἄλλος ἐνδότερον ἔφευγεν. Ἐκεῖ γὰρ τότε διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφαλὰς δυναστῶν· ἐκεῖ ἐσείσθησαν ἐν αὐτῷ, ἐκεῖ διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; τίς ἐστιν οὗτος ὁ τοσοῦτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν θαύματα; Τίς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾅδῃ ποιῶν νῦν τὰ οὐδέποτε ἐν ᾅδῃ γενόμενα; τίς οὗτος ὁ ἐξάγων ἔνθεν τοὺς ἀπ' αἰῶνος κεκοιμημένους; τίς ἐστιν οὗτος ὁ λύσας καὶ καταλύσας ἡμῶν τῶν ἀηττήτων τὸ θράσος καὶ τὸ κράτος, καὶ ἐξάγων ἐκ τῆς τοῦ ᾅδου φυλακῆς τοὺς ἀπ' αἰῶνος πεπεδημένους; Πρὸς οὓς ἀνέκραζον αἱ τοῦ ∆εσπότου δυνάμεις λέγουσαι· Μαθεῖν βούλεσθε, ὦ παράνομοι τύραννοι, τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμοις. Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐκ τῶν οὐρανίων ἀψίδων ἐξορίσας καὶ ἀποῤῥίψας ὑμᾶς, ὦ δείλαιοι καὶ παράνομοι τύραννοι! Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασι Ἰορδάνου συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν. Οὗτος ἐκεῖνός ἐστιν ὁ διὰ σταυροῦ στηλιτεύσας, καὶ θριαμβεύσας, καὶ νεκρώσας ὑμᾶς. Ἐκεῖνος οὗτός ἐστιν ὁ δήσας, καὶ ζοφώσας, καὶ τῇ ἀβύσσῳ παραπέμψας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων καὶ ἀπολλῶν ὑμᾶς. Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύσατε, καὶ τοὺς δεσμίους ἐξάξατε, οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε. Τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλέλυται· ἡ ὑμῶν τυραννὶς λοιπὸν πέπαυται· τὸ ὑμέτερον φρύαγμα δεινῶς κατήργηται· ἡ ὑμῶν μεγαλαυχία εἰς τέλος ἐκλέλοιπεν· ἡ ὑμῶν ἰσχὺς πεπάτηται καὶ ἀπόλωλε. Ταῦτα αἱ δεσποτικαὶ τοῦ ∆εσπότου δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον, ὁμοῦ τε καὶ κατέσπευδον. Καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον· οἱ δὲ τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων ταμείων φευγούσας ἐνδότερον. Καὶ ἄλλοι τὰς καταδύσεις, καὶ τὰ φρούρια, καὶ τὰ σπήλαια διερεύνων, καὶ ἔτρεχον. Καὶ ἕτεροι ἄλλος ἄλλον ἄλλοθεν δέσμιον τῷ ∆εσπότῃ προσέφερον, καὶ ἄλλοι τὸν τύραννον δεσμοῖς ἀλύτοις ἔδεον, καὶ ἕτεροι τοὺς ἀπ' αἰῶνος δεσμίους ἀπέλυον· καὶ ἄλλοι ἐπέταττον, καὶ ἕτεροι ὑπούργουν ὡς τάχιστα· καὶ οἱ μὲν εἰσερχομένου τοῦ ∆εσπότου ἐνδότερον προέτρεχον, οἱ δὲ ὡς βασιλεῖ καὶ Θεῷ νικηφόρῳ παρείποντο. Τούτων δὴ λοιπὸν οὕτως, ἀλλὰ καὶ ὑπὲρ τούτων ἐν τῷ ᾅδῃ γινομένων τε καὶ βοωμένων, θρυλλουμένων ἁπάντων καὶ σειομένων, ὡς ἡ παρουσία τοῦ ∆εσπότου αὐτὰ