1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

∆ιὸ ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ σκότους εἰς τὸ αἰώνιον φῶς. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τῆς ὀδύνης εἰς εὐφροσύνην, ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ φυλακῆς εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν ἄνεσιν, ἀπὸ τῆς κατοχῆς ἐπὶ τὴν τοῦ παραδείσου τρυφὴν, ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Ἐπὶ τοῦτο γὰρ ἀπέθανον, καὶ ἀνέστην, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσω. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ὁ γὰρ Πατήρ μου ὁ οὐράνιος τὸ ἀπολωλὸς ἐκδέχεται πρόβατον. Τὰ ἐννενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα τὸν σύνδουλον ἀναμένουσιν Ἀδὰμ, πότε ἀναστῇ, καὶ πότε ἀνέλθῃ καὶ πρὸς Θεὸν ἐπανέλθῃ. Χερουβικὸς θρόνος ηὐτρέπισται· οἱ ἀναφέροντες ὀξεῖς τε καὶ ἕτοιμοι· ὁ νυμφὼν παρεσκεύασται· ἐδέσματα ἕτοιμα· αἱ αἰώνιοι σκηναὶ καὶ μοναὶ ἕτοιμοι· οἱ θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται· ἃ ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἀγαθὰ τὸν ἄνθρωπον περιμένουσι. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ∆εσπότου λέγοντος, ἀνίστανται σὺν αὐτῷ ὁ ἐν αὐτῷ ἡνωμένος Ἀδὰμ, καὶ συνανίσταται καὶ ἡ Εὔα· καὶ ἄλλα πολλὰ σώματα πίστει ἀπ' αἰῶνος κεκοιμημένα ἀνέστησαν κηρύττοντα τοῦ ∆εσπότου τριήμερον ἀνάστασιν, ἣν φαιδρῶς, οἱ πιστοὶ, ὑποδεξώμεθα, καὶ ὀψώμεθα, καὶ περιπτυξώμεθα μετὰ ἀγγέλων χορεύοντες, μετὰ τῶν ἀσωμάτων ἑορτάζοντες, ὁμοῦ καὶ συνδοξάζοντες τὸν ὑμᾶς ἐκ τῆς φθορᾶς Χριστὸν ἀναστήσαντα, καὶ ζωοποιήσαντα· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.