1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

τοῦ τυράννου τὴν ἄσαρκον διατρήσας. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅτε τῷ σταυρῷ τοξότας χειροθέους νευρὰς διέτεινε. ∆ιὸ ἐὰν μεθ' ἡσυχίας ἀκολουθήσῃς Χριστῷ, νῦν ὄψῃ ποῦ μὲν τὸν τύραννον ἔδησε· ποῦ δὲ τὴν τούτου κεφαλὴν ἀνήρτησε· πῶς δὲ τὸ δεσμωτήριον ἀνέσκαψε, ποῦ δὲ τοὺς δεσμώτας ἐξήγαγε, πῶς δὲ τὸν ὄφιν ἐπάτησε, καὶ ποῦ τὴν κάραν ἐκρέμασε· πῶς δὲ τὸν Ἀδὰμ ἠλευθέρωσε, καὶ πῶς τὴν Εὔαν ἀνέστησε, καὶ πῶς τὸ μεσότοιχον ἔλυσε, καὶ πῶς τὸν πικρὸν κατεδίκασε δράκοντα, καὶ πῶς τὰ ἀήττητα ἔστησε τρόπαια· ποῦ δὲ τὸν θάνατον ἐθανάτωσε, καὶ πῶς τὴν φθορὰν κατέφθειρε, καὶ ποῦ τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον κατέστησεν ἀξίωμα. Ὁ χθὲς τοίνυν οἰκονομικῶς τὰς λεγεῶνας τῶν ἀγγέλων παραιτούμενος, καὶ λέγων τῷ Πέτρῳ· Οὐ δύναμαι ἄρτι παραστῆσαι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; σήμερον θεοπρεπῶς ὁμοῦ τε καὶ πολεμικῶς, καὶ δεσποτικῶς κάτεισι κάτω τοῦ ᾅδου καὶ θανάτου· καὶ τύραννον διὰ θανάτου τὰς ἀθανάτους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων οὐ δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας μυριάδας καὶ χιλίας χιλιάδας ἔχων ἀγγέλων, ἐξουσιῶν, θρόνων ἀθρόνων, ἑξαπτερύγων, ἀπτερύγων, πολυομμάτων, ἀομμάτων, οὐρανίων ταγμάτων· ἅτε δὴ ἅτε ὡς οἰκεῖον ∆εσπότην, καὶ βασιλέα προπεμπούσας, καὶ δορυφορούσας, καὶ τιμώσας Χριστόν· οὐ συμμάχους· ἄπαγε! Ποίας γὰρ καὶ συμμαχίας ὁ παντοδύναμος ἐπιδέεται Χριστός; Ἀλλ' ὀφειλούσας ὁμοῦ καὶ φιλούσας τῷ ἑαυτῶν ἀεὶ παρίστασθαι ∆εσπότῃ τῷ Θεῷ φερέγγειοί τινες δορυφόροι, ὁπλῖται καὶ σκηπτοῦχοι λαμπροὶ τῆς θείας ὀξεῖς δεσποτικῆς σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει ἀλλήλας προφθανούσας, ὁμοῦ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν, καὶ τῇ νίκῃ κατεστεμμένας πρὸς ἐχθρῶν καὶ παρανόμων παρατάξεις. ∆ιὸ δὴ καὶ κατιούσας τότε δρόμοις ὁμοῦ τε καὶ σύνδρομοι τῷ Θεῷ καὶ ∆εσπότῃ ἐπὶ τὰ ἐν ᾅδου καὶ ὑπόγεια, καὶ γῆς ἁπάσης βαθύτερα, τῶν ἀπ' αἰῶνος κεκοιμημένων ὑποχθόνια οἰκητήρια, ἐξάγων ἐν ἀνδρείᾳ τοὺς ἀπ' αἰῶνος πεπεδημένους. Ὡς γοῦν τὰ παντόθυρα, καὶ ἀνήλια, καὶ πανέσπερα τοῦ ᾅδου δεσμωτήρια καὶ οἰκητήρια, καταδύσεις καὶ σπήλαια ἡ θεόδημος τοῦ ∆εσπότου κατέλαβεν αἰγληφόρος παρουσία, προφθάνει πάντας Γαβριὴλ ἀρχιστράτηγος· ἅτε δὴ ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καὶ ῥῆσίν τινα ἰσχυρὰν ἀρχαγγελικωτάτων καὶ στρατηγικωτάτων 43.457 λαμπρὰν καὶ λεοντιαίαν φωνὴν πρὸς τὰς ἐναντίας δυνάμεις, καὶ λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν· μεθ' ὃν βοᾷ καὶ Μιχαήλ· Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Εἶτα καὶ αἱ δυνάμεις φασίν· Ἀπόστητε, πυλωροὶ οἱ παράνομοι· εἶτα καὶ ἐξουσίαι μετ' ἐξουσίας· Συντρίβητε, αἱ ἁλύσεις αἱ ἄλυτοι· καὶ ἄλλος· Αἰσχύνθητε, ἐναντίοι πολέμιοι· καὶ ἕτερος· Φοβήθητε, τύραννοι οἱ παράνομοι. Καὶ καθάπερ ἐπί τινος φοβερᾶς καὶ ἀηττήτου παντοδυνάμου βασιλικῆς τροπαιούχου στρατοῦ παρατάξεως φρίκη τις καὶ τάραχος καὶ φόβος κατώδυνος τοῖς τοῦ ἀκαταγωνίστου ∆εσπότου ἐπιπίπτει ἐχθροῖς· οὕτω δὴ καὶ ἐπὶ τοῖς ἐν ᾅδου ἐκείνοις καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις παρουσίας ἐξαίφνης ἐγένετο· ἄνωθεν ἀστραπῆς ἡ ἀμαύρωσις τῶν ἐναντίων τοῦ ᾅδου δυνάμεων τὰς ὄψεις σκοτίζουσα καὶ βροντοφώνων βοῶν ἀκουόντων καὶ στρατῶν κελευόντων λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐ γὰρ ἀνοίξατε, ἀλλ' ἐξ αὐτῶν θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος ∆εσπότου καὶ θυρῶν κεκλεισμένων ὅτε κελεύει εἰσέρχεσθαι, ἀλλὰ δραπετοδούλως ὑμῖν ἐπιτρέποντος τὴν τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστασιν καὶ κατάκλασιν. ∆ιὸ οὐδὲ τοῖς δήμοις ὑμῶν, ἀλλ' αὐτοῖς τοῖς δοκοῦσι παρ' ὑμῶν εἶναι ἄρχουσιν, αὐτοῖς ἐπιτρέπει λέγων· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Ὑμῶν, ἀλλ' οὐκ ἄλλων τινῶν. Λοιπὸν ἄρχοντες. Εἰ