4
ξένον, τὸν ἐξ αὐτῆς τῆς φάτνης ὡς ξένον ἐξ Ἡρώδου φυγόντα. ∆ός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῶν τῶν σπαργάνων ἐν Αἰγύπτῳ ξενωθέντα, οὐ πόλιν ἔχοντα, οὐ κώμην, οὐκ οἶκον, οὐ μονὴν, οὐ συγγενῆ· ἐπ' ἀλλοδαπῆς δὲ χώρας τυγχάνει οὗτος ὁ ξένος. ∆ός μοι, ὦ ἡγεμὼν, τοῦτον τὸν ἐπὶ ξύλου γυμνόν· σκεπάσω τὸν τῆς ἐμῆς φύσεως σκεπάσαντα γύμνωσιν. ∆ός μοι τοῦτον τὸν νεκρὸν ὁμοῦ καὶ Θεόν· σκεπάσω τὸν τὰς ἐμὰς ἀνομίας καλύψαντα. ∆ός μοι, ὦ ἡγεμὼν, νεκρὸν, τὸν ἐπὶ Ἰορδάνου τὴν ἐμὴν ἁμαρτίαν ἐνθάψαντα. Ὑπὲρ νεκροῦ παρακαλῶ ὑπὸ πάντων ἀδικηθέντος, ὑπὸ φίλου πραθέντος, ὑπὸ μαθητοῦ προδοθέντος, ὑπὸ ἀδελφῶν διωχθέντος, καὶ ὑπὸ δούλου ῥαπισθέντος. Ὑπὲρ νεκροῦ πρεσβεύω, τοῦ ὑπὸ τῶν ὑπ' αὐτοῦ ἐκ δουλείας ἐλευθερωθέντων κατακριθέντος, τοῦ ὑπ' αὐτοῦ ὄξος ποτισθέντος, τοῦ ὑπὸ τῶν ἰαθέντων ὑπ' αὐτοῦ τραυματισθέντος, τοῦ ὑπὸ τῶν μαθητῶν καταλειφθέντος, καὶ αὐτῆς τῆς μητρὸς ἀποστερηθέντος. Ὑπὲρ νεκροῦ, ὦ ἡγεμὼν, δυσωπῶ, τοῦ ἐπὶ ξύλου κρεμαμένου ἀοίκου. Οὐ γὰρ πάρεστι τούτῳ οὐ πατὴρ ἐπὶ γῆς, οὐ φίλος, οὐ μαθητὴς, οὐ συγγενὴς, οὐκ ἐνταφιαστής· ἀλλ' αὐτὸς μόνος τοῦ μόνου μονογενὴς, ἐν κόσμῳ Θεὸς, καὶ ἄλλος οὐδείς. Τούτων οὕτως ὑπὸ Ἰωσὴφ πρὸς Πιλᾶτον εἰρημένων, ἐκέλευσεν ὁ Πιλᾶτος δοθῆναι αὐτῷ τὸ πανάγιον σῶμα τοῦ Ἰησοῦ. Καὶ ἐλθὼν ἐπὶ τὸν Γολγοθὰ τόπον, καθεῖλε Θεὸν ἐν σαρκὶ ἀπὸ τοῦ ξύλου, καὶ τίθησιν ἐπὶ γῆν· Θεὸν ἐν σαρκὶ γυμνὸν, καὶ ἄνθρωπον οὐ ψιλόν. Καὶ ὁρᾶται κείμενος κάτω, ὁ πάντας ἑλκύσας ἄνω· καὶ γίνεται πρὸς βραχὺ ἄπνους, ἡ πάντων ζωὴ καὶ πνοή· καὶ ὁρᾶται ἀόμματος, ὁ κτίσας τὰ πολυόμματα· καὶ κεῖται ὕπτιος, ἡ πάντων ἀνάστασις· καὶ νεκροῦται σαρκὶ Θεὸς, ὁ τοὺς νεκροὺς ἀνιστῶν· καὶ σιγᾷ πρὸς βραχὺ ἡ τοῦ Θεοῦ λόγου βροντή· καὶ αἴρεται παλάμαις, ὁ τὴν γῆν κατέχων δρακί. Ἆρα γὰρ, ἆρα, ὦ Ἰωσὴφ, αἰτήσας καὶ λαβὼν, οἶδας ὃν εἴληφας; ἆρα προσελθὼν τῷ σταυρῷ, καθελὼν Ἰησοῦν, οἶδας τίνα ἐβάστασας; Εἰ ὄντως οἶδας ὃν κρατεῖς, νῦν γέγονας πλούσιος. Πῶς δὲ ἄρα καὶ τὴν θεόσωμον ταύτην καὶ φρικωδεστάτην Ἰησοῦ ἐπιτελεῖς κηδείαν; Ἐπαινετός σου ὁ πόθος· ἀλλ' ἐπαινετώτερος ὁ τῆς ψυχῆς σου τρόπος. Ἆρα γὰρ, ἆρα οὐ φρίττεις, ὃν τὰ χερουβὶμ φρίττουσιν, ἐπὶ χειρῶν βαστάζων; ἢ ποίῳ φόβῳ πάντως τῆς θείας ἐκείνης σαρκὸς ἀπογυμνοῖς τὸ λέντιον; πῶς δὲ δὴ εὐλαβῶς τὸ ὄμμα κατέστελλες; οὐ φρίττεις ἐνατενίζων, ἀνακαλύπτων φύσιν σαρκὸς Θεοῦ, τοῦ ὑπὲρ φύσιν; Ἆρα γὰρ, ἆρα, εἰπέ μοι, ὦ Ἰωσὴφ, καὶ πρὸς ἀνατολὰς καταθάπτεις νεκρὸν, τὴν ἀνατολὴν τῶν ἀνατολῶν; ἆρα δὲ καὶ τοῖς σοῖς δακτύλοις νεκροπρεπῶς Ἰησοῦ κατακλείεις τὰ ὄμματα τοῦ τῷ ἀχράντῳ δακτύλῳ τοῦ τυφλοῦ ἀνοίξαντος ὄμμα; ἆρα δὲ καὶ τὸ στόμα περικλείεις τοῦ τὸ μογιλάλου ἀνοίξαντος στόμα; ἆρα δὲ καὶ χεῖρας περιστέλλεις τοῦ ἐκτείναντος τὰς ξηρανθείσας χεῖρας; ἢ καὶ 43.449 τοὺς πόδας νεκροπρεπῶς καταδεσμεῖς τοῦ τὸ βαδίζειν δόντος τοῖς ἀκινήτοις ποσίν; ἆρα καὶ ἐπὶ κλίνης αἴρεις τὸν τῷ παραλύτῳ κελεύσαντα· Ἆρον σοῦ τὸν κράβατον, καὶ περιπάτει; ἆρα δὲ καὶ μύρα κενοῖς τῷ οὐρανίῳ μύρῳ τὰ ἑαυτοῦ κενώσαντι, καὶ κόσμον ἁγιάσαντι; ἆρα καὶ τὴν θεόσωμον ἔτι αἱμοῤῥοοῦσαν ἐκείνην Ἰησοῦ ἐκμάξαι τολμᾷς πλευρὰν, τοῦ τὴν αἱμοῤῥοοῦσαν ἰασαμένου Θεοῦ; ἆρα δὲ καὶ ὕδατι καταπλύνεις σῶμα Θεοῦ, τοῦ πάντας ἐκπλύναντος, καὶ τὴν κάθαρσιν δόντος; Ποίας δὲ ἆρα καὶ λαμπάδας ὑπανάψεις τῷ φωτὶ τῷ ἀληθινῷ, τῷ φωτίσαντι πάντα ἄνθρωπον; ποίας δὲ καὶ ᾄσεις ἐπιταφίους ᾠδὰς τῷ ἀσιγήτως αἰνουμένῳ ὑπὸ πάσης οὐρανίου στρατιᾶς; ἆρα δὲ καὶ δακρυῤῥοεῖς ὡς νεκρὸν τὸν δακρύσαντα, καὶ νεκρὸν τετραήμερον τὸν Λάζαρον ἀναστήσαντα; ἆρα δὲ καὶ θρήνους ποιεῖς τῷ τὴν χαρὰν πᾶσι διδόντι, καὶ τὴν λύπην τῆς Εὔας διαλύσαντι; Ὅμως μακαρίζω σου τὰς