που πληθύνει δι' εμφασιν, πρόσωπα λέγων, καὶ τὸ τόξον τόξα, καὶ τὸ αρμα ὁμοίως αρματα. ̔Ο δὲ τὰ ̓Εθνικὰ γράψας εθνος Λιβυκὸν λέγει τοὺς Ατλαντας. Καὶ ̔Ριανὸς δὲ, ως φασιν, ̓Ατάραντάς τινας ἱστορεῖ, καὶ μετ' ἐκείνους κεῖσθαι τοὺς ατλαντας, οι καὶ λέγονται μὴ βλέπειν ὀνείρους. ̓Ωνόμασται δὲ τὸ ορος ἀπ' ἀνδρὸς ἐγχωρίου Ατλαντος, περὶ ου ἐν τοῖς εἰς τὴν ̓Οδύσσειαν κάλλιον γέγραπται. ̓Ενταῦθα δὲ, ως φησιν ὁ ∆ιονύσιος, καὶ χάλκεος εἰς οὐρανὸν εδραμε κίων, ἠλίβατος, πυκνοῖς καλυπτόμενος νεφέεσσι. Καὶ τάχα ὁ ∆ιονύσιος ἐν τούτοις ἱστορικήν τινα θεραπείαν παρακαλεῖ τῆς μυθικῆς κιονοφορίας τοῦ Ατλαντος. ̔Ο γάρ τοι κίων ουτος, ουπερ, ὡς αὐτὸς λέγει, κορυφὴν οὐκ εστιν ἰδεῖν διὰ τὰ καλύπτοντα νέφη, δόξοι αν τῷ πολλῷ τοῦ υψους εως εἰς τὸν αἰθέρα ἀνήκειν, καὶ ουτως λέγοιτ' αν ἀνέχειν τὸν οὐρανὸν, ὡς ειναι τούτῳ τῷ τρόπῳ τὸν Ατλαντα τὸ ορος οιόν τινα κιονοφόρον, ειτε καὶ αὐτόχρημα κίονα κατὰ τὸν ̔Ηρόδοτον. Τινὲς δὲ ἐνταῦθα ἀντὶ τοῦ χάλκεος κίων «χάλκεος αξων» γράφουσιν· ὡς ἐκεῖ που τάχα διήκοντος τοῦ κοσμικοῦ αξονος, ὡς καὶ τοῦτο ἐν τῷ αλφα τῆς ̓Οδυσσείας γέγραπται. ̔Ηρόδοτος δὲ τοιαῦτα περὶ τούτων λέγει· «Μετὰ τοὺς Γαράμαντας εθνος διὰ δέκα ἡμερῶν ὁδοῦ Ατλαντες, ανθρωποι ἀνώνυμοι, τουτέστι κοινῶς μὲν λεγόμενοι Ατλαντες, ἑνὶ δὲ ἑκάστῳ μὴ εχοντες κείμενον ονομα. Λέγει δὲ καὶ οτι καταρῶνται ὑπερβαλλόντως τῷ ἡλίῳ οἱ Ατλαντες, διότι κατακαίων ἐπιτρίβει αὐτοὺς, καὶ οτι στενὸν καὶ κυκλοτερὲς τὸ τοιοῦτον ορος ὁ Ατλας καὶ ὑψηλότατον, ὡς μὴ ειναι δυνατὸν ἰδεῖν τὰς αὐτοῦ κορυφὰς, καὶ μηδὲ νέφη αὐτάς ποτε ἐπιλείπειν· οθεν καὶ κίονα οὐρανοῦ φασιν αὐτὸ οἱ ἐπιχώριοι, καὶ οτι ἐπώνυμον αὐτοῦ τὸ εθνος οἱ Ατλαντες, ουτε εμψυχον οὐδὲν σιτούμενοι, ουτε ἐνύπνια ὁρῶντες.» ̓Ιστέον δὲ οτι ωσπερ τὸν Ατλαντα κίονα ειπομεν οὐρανοῦ λέγεσθαι, ουτω καὶ τὴν Αιτνην οὐρανίαν κίονα ειπεν ὁ Πίνδαρος. 69 Οτι ὁ ̓Ιβηρικὸς κόλπος Εὐρώπης ἐστὶν ἀρχὴ καὶ Λιβύης· μέσος γάρ, φησιν, ἑλίσσεται ἀμφοτέρων, ου παρὰ πλευραῖς καὶ αἱ τοῦ ̔Ηρακλέος κεῖνται στῆλαι. Τὸν δὲ μετεκδέχεται Γαλάτης ῥοῦς, ητοι τὸ Γαλατικὸν πέλαγος· ἀντὶ κτητικοῦ γὰρ ειρηται, ωσπερ καὶ Αἰσχύλος Σκύθην οιμον λέγει τὸν Σκυθικόν. Ορα δὲ οπως ἐν ολῳ τῷ παρόντι χωρίῳ εὐφυῶς καὶ ἐπικαίρως τοῖς παρίσοις ητοι τοῖς ἰσοκαταλήκτοις ῥήμασι συχνῶς χρῆται ὁ ∆ιονύσιος, τὴν ὑπτιότητα καὶ ἀνάπτωσιν τῆς περιηγητικῆς ἀφηγήσεως ἀνιστῶν τῷ κάλλει καὶ τῇ γοργότητι ἐν τῷ λέγειν «πόντος ̓Ιβηρικὸς ἐγκέχυται» καὶ «μέσσος ἑλίσσεται» καὶ «Λιγυστιὰς ελκεται αλμη» καὶ «ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν υδωρ» καὶ «Σαρδόνιος μορμύρεται πόντος «καὶ» ὠρύεται Τυρσηνὶς θάλασσα» καὶ «κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος» καὶ αλλα τοιαῦτα. Σκόπει δὲ καὶ τὴν ἐν τοῖς ὀνόμασιν ἐπίχυσιν καὶ ποριμότητα τοῦ ποιητοῦ, ἐν τῷ «πόντος ̓Ιβηρικὸς» καὶ «Γαλάτης ῥόος» καὶ «Λιγυστιὰς αλμη» καὶ «Κύρνιον ἁλμυρὸν υδωρ» καὶ «Τυρσηνίδος οιδμα θαλάσσης.» ̓Ιστέον δὲ οτι τὸν ἀπὸ τῶν Γαλατῶν ὀνομαζόμενον Γαλάτην ῥοῦν, ητοι τὴν Γαλατικὴν θάλασσαν, Κελτογαλάται παροικοῦσι, καὶ οτι λέγονται ηττονες ἀκράτου οἱ Γαλάται ειναι. Λέγεται δὲ ουτω καλεῖσθαι ἀπὸ Γαλάτου τινὸς υἱοῦ ̓Απόλλωνος. 75 Οτι καὶ ἡ Μασσαλία Γαλατική ἐστι, Φωκεῖς δὲ ῳκησαν αὐτὴν, οἱ ἐκ τῆς εω φυγόντες τὴν τοῦ Κύρου δουλείαν. Καὶ οτι ορμον ἡ Μασσαλία εχει ἐπί στροφον, ο εστι περιφερῆ, περίδρομον καὶ καμπύλον, η ου ἐπιστρέφονται οἱ ναυτιλλόμενοι. ̓Αγαθὸς γὰρ τοῖς Μασσαλιώταις λιμὴν ὁ Λακύδων. Τὸ δὲ ἐπίστροφος καὶ παρ' ̔Ομήρῳ κεῖται, οπου λέγει οτι καὶ ̓Οδυσσεὺς ἐπίστροφος ην ἀνθρώπων. Φασὶ δὲ τοὺς Μασσαλιεῖς εὐδοκιμῆσαί ποτε περί τε ὀργανοποιΐαν καὶ ναυτικὴν παρασκευήν. Εστι δὲ οὐ μόνον χώρα Μασσαλία, ἀλλὰ καὶ πόλις Λιγύων περί που τὴν Κελτικὴν, ἐτυμολογουμένη ἀπὸ τοῦ μάσσαι, ο εστιν ἐκδῆσαι, Αἰολικῶς, καὶ ἀπό τινος ἁλιέως. Προσπλέων γάρ, φασιν, ὁ τῶν ἀποίκων Φωκαέων κυβερνήτης καὶ ἰδὼν ἐκεῖ ἁλιέα, ἐκέλευσε μάσσαι, ητοι δῆσαι, τὸ ἀπόγαιον πεῖσμα· οθεν καὶ ἡ πόλις Μασσαλία, παρὰ τὸ μάσσειν καὶ