1

 2

 3

 4

 5

 6

 7

4

αὐτῶν προσαφῄρηνται. ποῦ γὰρ παρ' ἐκείνοις ἡ ὅρασις; ποῦ δὲ ἡ ὄσφρησις; ποῦ δὲ ἡ ἁφή; ποῦ δὲ τὰ λοιπὰ τῶν αἰσθητηρίων, ἃ κατ' ὀλίγον νεμομένου τοῦ πάθους ἡ σηπεδὼν ἐπιβόσκεται;

∆ιὰ ταῦτα κατὰ πάντας ἀλῶνται τοὺς τόπους, καθάπερ τὰ ἄλογα πρὸς τὴν ἀφθονωτέραν νομὴν μετεξανιστάμενοι· ἐφόδιον τῆς κατὰ τὴν τροφὴν ἐμπορίας τὴν συμφορὰν περιφέροντες καὶ πᾶσι 9.119 τὴν νόσον ἀνθ' ἱκετηρίας προτείνοντες καὶ τῶν χειραγωγούν των δι' ἀρρωστίαν δεόμενοι καὶ ἀλλήλους διὰ τὴν ἀπορίαν ὑποστηρίζοντες. καθ' ἑαυτὸν γὰρ ἕκαστος ἀσθενοῦντες ἔ ρεισμα τῷ ἑτέρῳ γίνονται τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν λειπόντων χρώμενοι· οὐ γὰρ καθ' ἕνα φαίνονται, ἀλλά τι ἔχει καὶ ἡ ταλαιπωρία σοφὸν εἰς τὴν τοῦ βίου ἐπίνοιαν, τὸ μετ' ἀλλήλων αὐτοὺς θέλειν ὁρᾶσθαι. ὄντες γὰρ καὶ καθ' ἑαυτοὺς ἕκαστος ἐλεεινοί, ὡς ἂν μᾶλλον συμπαθεστέρους τοὺς ἀνθρώπους ποιήσειαν, προσθήκη τοῦ πάθους ἀλλήλοις γίνονται, τὸν πονηρὸν τῷ κοινῷ συνεισφέροντες ἔρανον, ἄλλος δι' ἄλλης τινὸς συμφορᾶς ἔλεον ἑαυτοῖς ἐρανίζοντες. ὁ μὲν χεῖρας ἠκρωτηριασμένας προτείνων, ἄλλος γαστέρα προδεικνύων φλεγμαίνουσαν καὶ πρόσωπον ἠχρειωμένον ἕτερος καὶ ἄλλος τὸ σκέλος ἀποσηπόμενον, ὁ δὲ ὃ ἂν τύχῃ τοῦ σώματος ἀπογυμνώσας ἐν ἐκείνῳ τὸ πάθος ἔδειξεν.

Τί οὖν; ἆρ' ἐξαρκεῖ τοσοῦτον πρὸς τὸ μηδὲν εἰς τὸν τῆς φύσεως νόμον ἐξαμαρτεῖν, αὐτὸ τοῦτο τὸ τραγῳδεῖν τὰ πάθη τῆς φύσεως καὶ λόγῳ διασκευάζειν τὴν νόσον καὶ πρὸς τὴν μνήμην παθαίνεσθαι; ἤ τινος ἡμῖν καὶ ἔργου χρεία τοῦ ἐπιδεικνυμένου πρὸς τοὺς τοιούτους τὸ συμπαθὲς καὶ φιλάλληλον; ὃ γάρ εἰσιν αἱ σκιαγραφίαι πρὸς τὰ ὄντως πράγματα, τοῦτο οἱ λόγοι διεζευγμένοι τῶν ἔργων. οὐ γὰρ ἐν τῷ λέγειν φησὶν ὁ κύριος εἶναι τὴν σωτηρίαν, ἀλλ' ἐν τῷ ποιεῖν τὰ ἔργα τῆς σωτηρίας. οὐκοῦν ἀντιληπτέον ἡμῖν αὐτοῖς τῆς ὑπὲρ αὐτῶν ἐντολῆς. μὴ γὰρ δὴ τοῦτο λεγέτω τις, ὡς ἱκανόν ἐστι πόρρω που τῆς ἡμετέρας ζωῆς ἐπί τινος ἐσχατιᾶς ἀποικισθεῖσι τὴν τροφὴν χορηγεῖν· ἡ γὰρ τοιαύτη γνώμη οὐχὶ ἐλέου τινὰ καὶ συμπαθείας ἐπίδειξιν ἔχει, ἀλλά τις εὐπρόσωπός ἐστιν ἐπίνοια τοῦ παντελῶς τοὺς ἀνθρώπους 9.120 τῆς ἡμετέρας ἐξορισθῆναι ζωῆς. εἶτα οὐκ αἰσχυνόμεθα τὸν ἡμῶν αὐτῶν βίον, εἰ χοίρους καὶ κύνας ὁμωροφίους ποιοῦ μεθα; οὐδὲ τῆς κοίτης ἑαυτοῦ πολλάκις ἀπείργει ὁ κυνηγέτης τὸν σκύλακα. οἶδε καὶ φιλήματι τὸν μόσχον ὁ γεωργὸς δεξιώσασθαι. καὶ οὔπω τοῦτο πολύ, ἀλλὰ ταῖς ἰδίαις χερσὶ νίπτει τοὺς πόδας τοῦ ὄνου ὁ ὁδοιπόρος καὶ τοῖς τραύμασιν ἐπιβάλλει τὴν χεῖρα καὶ ὑποκαθαίρει τὴν κόπρον καὶ τῆς εὐνῆς ἐπιμελεῖται· τὸν δὲ ὁμογενῆ καὶ ὁμόφυλον ἀτιμότερον καὶ τῶν ἀλόγων αὐτῶν ποιησόμεθα; μὴ ταῦτα, μή, ἀδελφοί· μὴ κυρωθήτω αὕτη κατὰ τῶν ἀνθρώπων ἡ ψῆφος.

Μνησθῆναι προσήκει τίνες ὄντες περὶ τίνων βουλευόμεθα· ὅτι περὶ ἀνθρώπων ἄνθρωποι, οὐδὲν ἰδιάζον παρὰ τὴν κοινὴν φύσιν ἐφ' ἑαυτῶν ἔχοντες. μία πᾶσιν ἐπὶ τὸν βίον ἡ εἴσοδος· εἷς ὁ τῆς ζωῆς ἅπασι τρόπος, βρῶσις καὶ πόσις· ἡ τοῦ ζῆν ἐνέργεια ὁμοιότροπος· ἡ κατασκευὴ τῶν σωμάτων μία καὶ ἡ καταστροφὴ τοῦ βίου· ἅπαν τὸ σύνθετον εἰς διάλυσιν ἔρχεται· οὐδὲν τῶν συνεστώτων παγίαν ἔχει τὴν σύστασιν, πομφόλυγος δίκην ἐπ' ὀλίγον ἡμῶν τῷ πνεύματι περιταθέντος τοῦ σώμα τος· εἶτα ἀπέσβημεν οὐδὲν ἴχνος τοῦ προσκαίρου τούτου φυσήματος καταλιπόντες τῷ βίῳ. ἐν στήλαις καὶ λίθοις καὶ ἐπιγραφαῖς τὰ μνημόσυνα καὶ οὐδὲ ταῦτα εἰς ἀεὶ διαρ κοῦντα. ταῦτα τοίνυν ἐπὶ σεαυτοῦ λογιζόμενος Μὴ ὑψηλο φρόνει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλὰ φοβοῦ· ἄδηλον, εἰ μὴ σαυτῷ νομοθετεῖς τὴν ἀπήνειαν. φεύγεις, εἰπέ μοι, τὸν ἀρρωστήσαντα; τί ἐγκαλεῖν ἔχων; ὅτι διέφθαρται τὸ ὑγρὸν ἐν ἐκείνῳ καί τις σηπεδονώδης χυμὸς ἐγκατεσπάρη τῷ αἵματι τῆς μελαίνης χολῆς τῷ ὑγρῷ παρεγχεθείσης; ταῦτα γὰρ ἔστιν ἰατρῶν ἀκούειν φυσιολογούντων τὰ πάθη. τί οὖν ἀδικεῖ ὁ ἄνθρωπος, εἰ ῥευστὴ οὐσία οὖσα ἡ φύσις καὶ ἄστατος 9.121 ἐπὶ