1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

χαμευνία καὶ σκληραγωγία λόγον ὑπερβαίνου σαι, ἀκτημοσύνη καὶ ταπείνωσις εἰς ἄκρον ἐλάσασαι, ἐλεημοσύνη τῆς φύσεως αὐτὸν τῆς ἀνθρωπίνης ἐξαί ρουσα, ζῆλος ἔνθεος τῶν κατὰ τῆς εὐσεβείας λυτ τώντων· καὶ, ἁπλῶς εἰπεῖν, πᾶν ὅ τι κατὰ Θεὸν οἶδε χαρακτηρίζειν ἄνθρωπον.

Τοῖς τοιούτοις ἐπαίνοις ὁ ἡμέτερος Πατὴρ ὡραΐζεται, καὶ γινώσκει τὰ λεγό μενα, καὶ τὰ οἰκεῖα ἐπίσταται προτερήματα, καὶ στέργει τοὺς λόγους, ὡς ὠφελείας προξένους, οὐκ αὐτῷ, ἀλλ' ἡμῖν· ἐπεὶ καὶ ψιλὴ τούτου προσηγορία, ὑπόθεσις ἀρετῆς τοῖς σπουδαίοις καθίσταται. Οὐ γὰρ ἄλλοθεν δεδιδάγμεθα ταῦτα, ἢ ἐξ ὧν αὐτὸς τὰ περὶ ἑαυτοῦ λόγοις κατέσπειρεν. Ἀφ' ὧν ἡμεῖς ὡς ἡ ἐπαι νετὴ μέλισσα, ἐκ πολλῶν ἀνθέων συλλέξαντες τὰ χρήσιμα, τὸ πνευματικὸν τοῦτο κηρίον κατειργασά μεθα. Καὶ οὐ χολανεῖ πάντως ἡμῖν διὰ τὴν ἐγχείρη σιν, ὅτι μὴ δέδιεν ἔτι τὸν πονηρὸν δαίμονα, διὰ τὸ καὶ πρὸς αὐτῷ τῶν ἀγώνων τῷ τέλει πολλοὺς ὑπο σκελίσαι, ἅπαξ καὶ εἰς τοὺς ἀκυμάντους τῶν ἀσωμά των φθάσας λιμένας, ἔξω τυγχάνει καὶ ζάλης καὶ κλύδωνος. ∆εῦρο δὴ οὖν, καθ' ἕνα τῶν ἀπηριθμημέ νων μικρὸν ἐνδιατρίψαντες τῷ λόγῳ, οἷος γέγονεν ὁ θαυμάσιος, καὶ εἰς ὅσον μέτρον πνευματικῆς ἔφθασεν ἀναβάσεως, τοῖς συνειλεγμένοις καθυποδείξωμεν. Πίστεως μὲν γὰρ εἶχε λίαν ὀρθῶς, οὐ πόῤῥω που νεύων τῆς εὐσεβείας· καθὼς ἔκ τε τῶν αὐτοῦ συγ γραμμάτων, ἔκ τε τῆς περὶ αὐτὸν ὑπὸ τῆς Ἐκκλη σίας παρειλήφαμεν δόξης· ἐξ ἴσου γὰρ ἐμυσάττετο τὴν τοῦ Σαβελλίου παράλογον σύγχυσιν, καὶ τὴν Ἀρείου μανιώδη διαίρεσιν. Ἵστατο δὲ τῶν τῆς εὐσε-βείας ὅρων ἐντός· διαιρῶν μὲν τῷ ἀριθμῷ, συνάπτων δὲ τῇ οὐσίᾳ τὴν μίαν καὶ ἀσύγχυτον καὶ παναγίαν Τριάδα· ὡς ἂν μήτε πενίαν θεότητος Ἰουδαϊκῶς ὀνει-δίζοιτο, μήτε δήμῳ Θεῶν Ἑλληνικῶς ἐκβακχεύοιτο· ἃ παθεῖν οἱ περὶ τὴν ἀκατάληπτον Τριάδα παροινή σαντες ἐξελέγχονται. Ἀπολιναρίου δὲ τοσοῦτον τὸ ἄλογον ἀπεπέμπετο δόγμα, ὡς πᾶσαν θέσθαι σπου δὴν ἐκ πάσης αὐτὸ Χριστιανικῆς ἐξεῶσαι ψυχῆς. Ἀλλὰ μὴν καὶ τῶν Ἀνομοίων διὰ πολλῶν ἀπο δεικτικῶν τε καὶ Γραφικῶν λόγων, τὰ ἀπύλωτα ἐν έφραξε στόματα, μεγίστην ἀσφάλειαν ἡμῖν τὰ αὐτοῦ θεοδίδακτα λιπὼν λόγια. Νουάτου δὲ εἰ βούλοιτό τις τοῦ θρασυτάτου ἥττημα κατιδεῖν, ἐν τῇ διὰ τῶν λό γων τοῦ Ἐφραῒμ πάλῃ τὸ τοῦ ἐναντίου πτῶμα βλε πέτω, ἐν ᾗ τοσοῦτον εὑρήσει τὸ περιὸν τῆς δυνά μεως τοῦ ἡμετέρου ∆ιδασκάλου ἐν τῇ τοῦ λόγου παραστάσει, ὅσην ἀνδρὸς παγκρατιαστοῦ καὶ παιδὸς οὐκ εὐσθενοῦς δι' ἁπαλότητα.

Οὐ μόνον δὲ τὰς κατ' ἐκεῖνο καιροῦ ἢ καὶ πρόσθεν ἀναφυείσας ὑπὸ τοῦ τῆς κακίας σπορέως ζιζανιώδεις αἱρέσεις, τῷ ὀρθῷ τῆς πίστεως ἐξήλεγξε λόγῳ· ἀλλὰ καὶ τὰς εἰς ὕστερον 46.828 κακῶς ἀναθαλῆσαι μελλούσας προφητικῷ βλέμματι κατιδὼν, προεξεθέρισεν. Καὶ τούτων πλήρης τῶν ἀποδείξεων πᾶσα τούτου συγγραφή τε καὶ ποίησις. Οὕτως οὐ πώποτε τῆς ἀληθείας ὁ τῆς ἀληθείας υἱὸς ἐξεφρόνησεν· ἐλπὶς δὲ τούτῳ ἡ εἰς Θεὸν μόνη, ἐξ ὅτου ἂν ἀποκειμένων ἐλπίδων τοῖς ἀξίοις αἱ χάριτες. Τὸ γὰρ ψαλμικὸν διὰ βίου λόγῳ τε καὶ πράξει μελετῶν ἔφασκεν Ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. ∆ιὰ τοιοῦτον ἐλπίσαντος αὐτοῦ ἐπὶ Κύριον, ἔλεος αὐτὸν κυκλώσει. Καὶ ἡ εἰς αὐτὸν πεποίθησις, ὄρει τοῦτον Σιὼν ἀπεικάζει· ἀλλὰ καὶ ὑψηλοτάτου μακαρισμοῦ ἐντὸς τὸν κεκτημένον καθ ίστησι, ὡς ἔστιν ἐξ αὐτῶν τῶν προφητῶν καταμα θεῖν, ∆αβὶδ μὲν λέγοντος· Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ. Ἱερεμίου δέ· Εὐλο γημένος ἄνθρωπος, ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς τὸ ξύλον εὐθηνοῦν παρ' ὕδατα, καὶ ἐπὶ ἰκμάδα βα λεῖ ῥίζαν αὐτοῦ. Καὶ Ἡσαΐου· Κύριος Βασιλεὺς ἡμῶν, Κύριος Σωτὴρ ἡμῶν, αὐτὸς σώσει ἡμᾶς. Ἰδοὺ ὁ Θεὸς ὁ Σωτήρ μου Κύριος, πεποιθὼς ἔσο μαι ἐπ' αὐτῷ καὶ θαρσήσομαι. Τοῦ μακαρίου δὲ Παύλου παραινοῦντος καὶ λέγοντος· Κατέχομεν τὴν ἐπαγγελίαν τῆς ἐλπίδος· πιστὸς γὰρ ὁ ἐπαγγει λάμενος ἡμῖν.