1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

δὲ πρὸς κοινὴν διαβαίνει ὠφέλειαν. Ἐπειδὴ τὸν καλὸν θηρευτὴν ὁ ἀληθὴς λό γος πρὸς τὰ μάχιμα δοκιμάζει θηρία, καὶ τὸν ἀγαθὸν κυβερνήτην πρὸς ἀντιπνέοντας τῷ πλοίῳ ἀνέμους, καὶ τὸν σοφὸν ἰατρὸν πρὸς τὰ δυσίατα πάθη, καὶ τὸν γενναῖον στρατιώτην πρὸς ἀντικειμένην βαρεῖαν πα ράταξιν, καὶ τὸν σπουδαῖον καὶ ζηλωτὴν εὐσεβείας, ἐν ἀκμῇ κινδύνων καὶ δυσκολίας, ὅπως ἑαυτόν τε καὶ τοὺς ἄλλους ἐκσπάσῃ ἐκ τῆς ἐπιβουλῆς. Οὐκ ἔστιν οὖν εἶδος εὑρεῖν ἀρετῶν παρά τισι πάλαι φιλοπονηθὲν, τὸ μὴ καὶ ἐν τούτῳ κατορθωθέν. Εἰκάσαι δὲ τὴν αὐ τοῦ ψυχὴν ἔστι πηγὴν παντοίοις βρύουσαν νάμασιν, ὠφελείᾳ καὶ γλυκύτητι καὶ τέρψει καθωραϊσμένοις· ἢ λειμῶνα κυπρίζοντα ποικίλοις ἀρωματίζουσαν ἄν θεσιν· ἢ οὐρανὸν ἐπίγειον διαφόροις λαμπτῆρσι πε ποικιλμένον, ἢ παράδεισον· οἷον ἀκούεις τὸν τῆς Ἐδὲμ ἀπείροις ἐγκάρποις ἀγλαϊζόμενον δένδροις· πλὴν μὴ βατὸν ὄφει πονηροτάτῳ, καὶ τῆς ἐξορίας προξένῳ· ἢ εἰ ἄλλο τι τῶν καλῶν καὶ τερπνῶν πολ λοῖς καὶ διαφόροις ἀγαθοῖς ἡ φύσις τετίμηκε· τοιαύ την εἶναι λογίζου τὴν τοῦ μεγάλου Ἐφραῒμ μακα ρίαν ψυχὴν, πολλαῖς ἀρετῶν ἰδέαις πάντοθεν κυκλου μένην. Μελέτην γὰρ ὁ θαυμάσιος διὰ βίου παντὸς θέμενος, τὴν ὁλικὴν κτήσασθαι ἀρετὴν, τὰ πάντα ἐσπούδασε μόνος περιλαβεῖν προτερήματα. Τοῦ γὰρ ἐν δικαίοις πρώτου Ἄβελ τὴν θεόλεκτον ὡς ἱερεὺς ἐκμιμησάμενος προσφορὰν, οὐκ ἐκ ποι μνίων θύματα, οὐδὲ στέαρ Κυρίῳ προσήνεγκεν, ἀλλὰ θυσίαν ἀναίμακτον, τὴν λογικὴν λατρείαν, βίου καθα 46.844 ρότητι ὁλοκαυτουμένην, τοσοῦτον ἐκείνῳ ἁμιλληθεὶς, ὅσον μὴ ὑπὸ τοῦ πονηροῦ φονέως ἀναιρεθῆναι, ἀλλὰ διαδράντα τὰς παγίδας τοῦ μισανθρώπου δαίμονος ἐκ φυγεῖν, καὶ πρὸς ἀτελεύτητον, ὡς ἐκεῖνος, μεταστῆναι ζωὴν, τῆς ἐπιβουλῆς φανέντα ἀνώτερον.

Τοῦ δὲ Ἐνὼχ τὴν ἐλπίδα ζηλώσας, οὐκ ἐπικέκληται μόνον τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, ἀλλὰ καὶ τοῖς ἄλλοις συν επικαλεῖσθαι ἐδίδαξεν. Ἐνὼχ, οὐ τὴν ξένην ἐκ γῆς πρὸς τὸν παράδεισον μετάθεσιν ἐπετήδευσεν, ἀλλὰ τὴν ἐξ ὑλικῆς προσπαθείας ἐπὶ τὸ πνεῦμα μετάβασιν. Νῶε, οὐ τὴν ἐν ξυλίνῃ λάρνακι μικρὰν τοῦ γένους διάσωσιν, ἀλλὰ τοῦ τὴν ἑαυτοῦ ψυχὴν πανταχόθεν ἀσφαλίσασθαι, ὥστε παρελθεῖν ἀβλαβῶς τὸ τοῦ βίου κλυδώνιον, καὶ τὰ τῆς ἀρετῆς μὴ ζημιωθῆναι ἀγώ γιμα. Τοῦ Ἀβραὰμ ἐν πολλοῖς μὲν καὶ ἄλλοις γέγονε μιμητὴς, τῇ πίστει καὶ πραότητι, καὶ τῇ εἰς Θεὸν ἀγάπῃ, μάλιστα δὲ τῇ τοῦ κόσμου φυγῇ, ὡς τῆς οἰ κείας γῆς καὶ τῆς συγγενείας ἐκεῖνος ἠμείβετο φί λον, καὶ τὴν τοῦ Μονογενοῦς θυσίαν εἰς τὴν τοῦ σώ ματος ἐκείνου προαιρετικὴν διὰ Θεὸν ἐκλαβέσθαι προσφορὰν, νεκρώσαντι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Τοῦ Ἰσαὰκ, ἐν τῷ ἑκουσίῳ καὶ ἀταράχῳ θανάτῳ, πλὴν οὐχ ὑπὸ πατρὸς ἐκεῖνος. Οὗτος γὰρ ἱερουργῶν ἑαυ τὸν ἑκάστοθι ἀποστολικῶς, σώματι μὲν ὡλοκαρποῦτο, ὅσον εἰς πρόθεσιν, πνεύματι δὲ ἔζη, καὶ ζῇ τῷ Θεῷ διὰ τὴν ὡς ἐν κριῷ τοῦ σώματος ἁγνὴν προσφοράν. Τὸν Ἰακὼβ, ἐν τῷ πτερνίσαι τὸν βέβηλον Ἡσαῦ,ἤτοι τὸν τῶν αἱρέσεων γεννήτορα, καὶ λαβεῖν τὰ πρωτότοκα, τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα, καὶ ἐν τῷ κατιδεῖν οὐ κλίμακα μὲν ἀπὸ γῆς εἰς οὐρανὸν ἐστηριγμένην, στύλον δὲ πυρὸς οὐρανομήκη, γλαφυ ρώτερόν πως μυστηρίου βάθος ἐμφαίνοντα. Ἔτι γε μὴν καὶ ἐν τῷ τοῖς μαθηταῖς ὡς τοῖς υἱέσιν ἐκεῖνος ἐν τῷ μέλλοντι ἀπαίρειν τοῦ σώματος, διανεῖμαι τὰς εὐλογίας· αἷς τις φιλοπόνως ἐγκύψας, αὐτοῦ ἐκείνου τοῦ μεγάλου Ἰακὼβ ταύτας εἶναι οἰηθήσεται. Τοῦ Ἰωσὴφ, μάλιστα μὲν ἐν τῇ τοῦ σώματος ἁγνείᾳ καὶ καθαρότητι· πολὺ δὲ πλέον ἐν τῇ τοῦ λόγου μετα δόσει, ὡς ἐκεῖνος τοῦ σίτου. Τοῦ Μωσέως ἢ ἐν πᾶσιν ἢ ἐν πλείστοις παρόμοιος· ἔφυγε γὰρ καὶ οὗτος τὸν γοητὸν Φαραὼ, καὶ ἐν ἐρήμῳ ηὐλίσθη, καὶ Θεὸν εἶδεν, ὅσον ἐφικτὸν θεωρίᾳ, καὶ θαύματα εἰργάσατο, καὶ λαοῦ καθηγήσατο χρηματί σας διδάσκαλος· καὶ τοὺς Αἰγυπτίους κατεσοφίσατο, τὸν πλοῦτον ἐκείνων ἁρπάσας, τὰς τῶν αἱρετικῶν βίβλους αἰχμαλωτίσας καὶ θριαμβεύσας, καὶ τὴν θάλασσαν διέῤῥηξε, τὴν ἁλμυρὰν καὶ ἄποτον ἀπιστίαν, καὶ τὸν λαὸν διεβίβασε, τὸ ὀρθόδοξον