1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

Ταύτῃ τῇ θείᾳ καὶ ἀποκειμένῃ ἐλπίδι εἰστρεφό μενος, τῶν κοσμικῶν ἁπάντων περιεφρόνει, καὶ τῆς αἰωνίου δόξης ἑκάστης ἱμείρετο. Ἀγάπην δὲ τὴν εἰς Θεόν τε καὶ τὸν πλησίον οὕτως ἀκριβῶς ἐφυλάξατο, ὡς αὐτὸν εἰπεῖν οὑτωσὶ, τοῦ βίου ἀπαίροντα· καλὸν γὰρ αὐτὰ τὰ ῥήματα τοῦ θεοφόρου Πατρὸς εἰς μέσον ἀγαγεῖν, κρείττονα πάσης ἀποδείξεως τυγχάνοντα. Οὐδαμῶς, φησὶν, ἐν πάσῃ τῇ ζωῇ μου ἐλοιδόρησα Κύριον, καὶ λόγος ἄφρων οὐ παρῆλθε τῶν χειλέων μου. Ἐν πάσῃ τῇ ζωῇ μου κατηρασάμην οὐκ οὐ δένα, καθ' ὅλου τε μετ' οὐδενὸς πιστοῦ ἐμαχησάμην. Ὦ μακαρία γλῶσσα, ἥτις θαῤῥήσασα τοιαύτην ἔῤ ῥηξε φωνὴν, ἣ μόνοις τοῖς ἀγγέλοις πρεπωδεστάτη τυγχάνει, διὰ τὸ ἄϋλον καὶ ἀστασίαστον τῆς ζωῆς. Ἡμῖν δὲ τοῖς τῇ σαρκὶ δουλεύουσι, ξένη καὶ ὑπὲρ τὴν φύσιν, καὶ χαλεπὸν κατορθωθῆναι. Καὶ πολλὰ μὲν κάμοις βίους ἀνερευνῶν τῶν ἐπ' ἀρεταῖς περιβοήτων, οὐδαμοῦ δέ τι τοιοῦτον εὕροις, οἷον ἐπὶ τῷ προκειμένῳ Πατρὶ, εἰς διήγησιν σημεῖον καθαρᾶς καὶ ἀκηλιδώτου ἀγάπης. Εἰ οὖν μείζων πα σῶν τῶν ἀρετῶν ἡ ἀγάπη· ταύτην δὲ ὡς οὐκ ἄλλος τις τῶν Πατέρων κατώρθωσεν Ἐφραῒμ ὁ μακάριος· ἀπολήψεται δὲ ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ· τὸ ἐκ τούτων ἄλλοις συμπεραίνειν παραχωρήσομεν, ἵνα μὴ δόξωμεν παραβάλλειν Πατράσι Πατέρας. Οὐ γὰρ συγκρίσεως χάριν τὸ ῥηθὲν παρειλήφαμεν, ὡς ἂν δὲ μόνον ὑπ' ὄψιν τοῖς πολλοῖς παραστήσωμεν, ὡς ἐπ' αὐτοῦ τοῦ ἄκρου ἔφθασε τῆς πνευματικῆς τῶν ἀρετῶν κλίμακος ὁ ἡμέτερος, μᾶλλον δὲ τῆς οἰκου μένης διδάσκαλος Ἐφραΐμ. 46.829

Εὐσέβειαν δὲ ἐν τῇ τῆς ὄντως κτήσει σοφίας ἐμ πορευσάμενος (κατὰ τὸ ἐν Ἰὼβ εἰρημένον· Ἰδοὺ εὐ-σέβειά ἐστι σοφία) δι' αὐτῆς, ὡς μικρὸν ἄνωθεν ἐδηλώσαμεν, τῆς πίστεως αὐτοῦ τὸ καθαρὸν διαγρά φοντες, εἰς οὐρανὸν μὲν τρίτον, κατὰ Παῦλον, ἀνῆλ θεν, ἀθάνατον δὲ τὴν μνήμην καὶ διαρκῆ τὴν εὔ κλειαν παρὰ τῇ Ἐκκλησίᾳ πεπλούτηκεν· ἡ μελέτη δὲ τούτῳ τῶν θείων Γραφῶν ἐκ τῆς ∆αβιδικῆς ἀνῆψε λαμπάδος, Ἐν τῇ μελέτῃ μου, φάσκοντος, ἐκκαυ θήσεται πῦρ. Ἔρως γὰρ αὐτὸν πολήσας πνευματι κῆς θεωρίας, εἰς φλόγα μετέωρον τὸν πόθον ἀνήγειρε. Πᾶσαν γὰρ Παλαιάν τε καὶ Καινὴν ἐκμελετήσας Γραφὴν, καὶ ὡς οὐκ ἄλλος τις τοῖς τοιούτοις θεωρή μασιν ἐμφιλοχωρήσας, ὅλην ἀκριβῶς πρὸς λέξιν ἡρμήνευσεν, ἀπό τε τῆς κοσμογενείας, καὶ μέχρι τῆς τελευταίας τῆς χάριτος βίβλου, τὰ βάθη τῶν κεκρυμ μένων εἰς τοὐμφανὲς ἀγαγὼν θεωρημάτων, λύχνῳ κεχρημένος τῷ Πνεύματι. Οὐ μόνον δὲ ταύτης τῆς ἡμετέρας καὶ θεοπνεύστου σοφίας ὅλον τὸν πνευματικὸν κρατῆρα ἐκπέπωκε, καὶ τοῖς ἄλλοις μετέδωκεν ἀλλὰ καὶ τῆς ἔξω κοσμι κῆς, ὅση τε περὶ τὸ κατεγλωττισμένον καὶ ὀρθὸν τοῦ λόγου, ὅση τε περὶ τὸ τῶν νοημάτων βάθος, ὅτι μάλα ἐξασκήσας, ὅσον μὲν χρήσιμον προσελάβετο· ὅσον δ' ἀνόνητον, ἀπεβάλετο, ζυγῷ δικαιοσύνης καὶ πρᾶ ξιν καὶ θεωρίαν ἐμπορευσάμενος. Ἁγνείαν δὲ κατ ώρθωσε ψυχῆς τε καὶ σώματος, ὅσην ἡ φύσις ἐχώ ρει· μᾶλλον δὲ καὶ ὑπὲρ τὴν φύσιν· χάριτος γὰρ τὸ δῶρον. Οὔτε γὰρ τὴν ψυχὴν τῆς κατὰ τὸν ὀρθὸν λόγον ἕξεως ἐνεδίδου παρασφαλῆναι, ἀλλ' ἦν ὡς ἀλη θῶς, ψυχῇ μὲν βασιλεύων, σώματι δὲ ἀγλαοφανῶς ἐξαστράπτων. Καὶ μαρτυρεῖ τοῖς λεγομένοις ἡ τῆς ἱστορουμένης πόρνης μεταβολὴ, ἣν πρὸς κακίας δέ λεαρ ὁ βροτοκτόνος χρησάμενος Βελίαρ εἰς ἀπάτην τοῦ πεφωτισμένου ἀνδρὸς, τοσοῦτον ἀπέσχε τοῦ ἐλπι σθέντος, ὡς καὶ αὐτὴν τὴν μοιχαλιδὴν κατ' αὐτοῦ ἐκείνου τοῦ ὑπερβαλόντος παρατάξασθαι Πονηροῦ, καὶ παραινέσεσι καὶ τροπαῖς, ταῖς τε τῶν θείων λόγων ἐπῳδαῖς μεταβληθεῖσαν, καὶ πρὸς τὸ κρεῖττον μεταπλασθεῖσαν, σώφρονα μὲν ἀντὶ ἀκολάστου, σε μνὸν δὲ ἀντὶ ἀσέμνου, καὶ καθαρὰν ἀντὶ μεμολυσμέ νης ἀποδειχθῆναι. ∆άκρυον δὲ τὸ ἀένναον εἰπεῖν ἐκείνου ῥεῖθρον προ θυμηθέντι μοι, δακρύειν ὄντως ἐπέρχεται· ὅτι μὴ δίχα τούτου, τὸ μὲν τῶν δακρύων αὐτοῦ πέλαγος τῷ λόγῳ τις διαπλεύσειεν. Ὡς γὰρ πᾶσιν ἀνθρώποις σύμφυτον τὸ ἀναπνεῖν, καὶ ἀεὶ ἐνεργούμενον· οὕτως Ἐφραῒμ τὸ δακρυῤῥοεῖν.