1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

ἕτερον ἦν τὸ φανὲν, θλιβερὸν αὐτῷ ἀπ έβη τὸ συναντῆσαν. ∆ιὸ καὶ προσατενίσας τῷ πορνι δίῳ, ὡς τῆς ἐλπίδος ψευσθεὶς ἀπήγετο *· ἡ δὲ τοῦτον θεωμένη προσατενίζοντα ταύτῃ, καὶ αὐτὴ ἐπιμελῶς αὐτὸν βλέπουσα κατεσκόπει. Τῇ δὲ ὁ σοφός· Λέγε μοι, γύναι, τίνος χάριν μικρὸν ἀπατενίζεις μοι. Ἡ δὲ, Ἀκολούθως ἐγὼ καὶ πρεπόντως· ἐκ σοῦ γὰρ λέ λημμαι τοῦ ἀνδρὸς, σὺ δὲ μή με κατασκόπει, τὴν γῆν δὲ μᾶλλον, ἐξ ἧς ἐλήφθης. Τοῦτο παρὰ προσδοκίαν ὁ σοφὸς ἐπακούσας, μεγάλως μὲν ὡμολόγει ὠφεληθῆ ναι· τοῦ Θεοῦ δὲ τὴν ἀκατάληπτον ὑπερεδόξασε δύνα μιν, ὃς τὰ τῆς ἐλπίδος καὶ διὰ τῶν παρ' ἐλπίδα χα ρίζεται. ∆ύσας τε ἐκεῖθεν ἐπὶ τὴν τῆς Καππαδοκίας Και σάρειαν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ὁδηγηθεὶς, τὸν μέγαν κατεῖδεν Βασίλειον, τὸ στόμα τῆς Ἐκκλη σίας, τὴν τῶν δογμάτων χρυσῆν ἀηδόνα· ὃν θεασά μενος ὁ πρεσβύτης, πολλαῖς καταγεραίρειν ἤρξατο εὐφημίαις. ∆ιορατικῷ γὰρ τῆς ψυχῆς ὄμματι, περι στερὰν ἀγλαοφανῆ ἐφεζομένην πρὸς τὸν δεξιὸν τού του ἔβλεπεν ὦμον, λόγους αὐτῷ διδασκαλίας χορηγοῦ σαν, κἀκεῖνον τούτους διαπορθμεύοντα τῷ λαῷ. Ὃς ὑπὸ τῆς διδασκούσῃς αὐτῷ σεπτῆς μυηθεὶς περι στερᾶς, τῆς τε ἐπιδημίας ᾔσθετο, καὶ Ἐφραῒμ αὐτὸν εἶναι τὸν Σύρον ἐπέγνωκε. Καὶ δὴ πνευματικῆς ἐπι καίρου ἄμφω συναυλίας ἠξίωνται· οὕτως οὐκ ἐπι ζήμιος τῷ Ἐφραῒμ ὁ σκυλμὸς ἐχρημάτισεν.

Ἡ δὲ τοῦ βίου φυσικὴ ἀκεραιότης, τῶν ἐπιβλαβῶν τὴν φυγὴν αὐτῷ παρεδείκνυε· τό τε τοῦ κρείττους προορατικὸν, καὶ τὸ τοῦ χείρους φυλακτικὸν ἐκδιδά σκουσα, ἐκείνους τε τῶν λογισμῶν προσίεσθαι, τοὺς ἐγκρίτους καὶ καθαροὺς, καὶ πρὸς αἵρεσιν λυσιτελε στέρους καλοῦ, ὅσοι μάλιστα πρὸς τὴν τῆς διδασκαλίας ἐμποδίζουσι χρείαν. ∆αψιλῶς γὰρ δέδοτο παρὰ Χρι στοῦ τῷ θείῳ πρεσβύτῃ τὸ τοῦ λόγου τάλαντον, ὃ καταβάλλειν ἐν ταῖς τῶν πολλῶν τῆς καρδίας τραπέ ζαις πρὸ πάντων αὐτῷ τῶν ἄλλων ἐπωφείλετο. Καὶ τοῦτο μὲν αὐτὸς περὶ ἑαυτοῦ φαίνεται λέγων, ὅτιπερ ἄρτι τῆς παιδικῆς ἡλικίας τὸ ἁπαλὸν ὑπερβὰς, τεθέα ται μυστικῶς πρὸς τῇ γλώσσῃ ὡς ἀνῆλθεν αὐτοῦ λίαν εὔκαρπος ἄμπελος, αὐξηθεῖσα τοσοῦτον, ὅσον πλη 46.836 ρῶσαι τὴν γῆν, πᾶν δὲ πετεινὸν τοῦ οὐρανοῦ ἐρχόμε νον ἐξ αὐτῆς ἐμπίμπλασθαι τροφῆς. Αὐτὴν δὲ τὴν ἄμπελον ἐν τῷ ἀποκείρεσθαι, καὶ πᾶν πτηνὸν δεξιοῦ σθαι, μᾶλλον πλουτεῖν τῶν βοτρύων. Τοῦτο δὲ καὶ ἄλλος περὶ αὐτοῦ τῶν πάνυ διορατικῶν τότε προσ εμαρτύρησεν· ἰδέσθαι λέγων ἀγγέλων πληθὺν, κατ ιοῦσαν ἐξ οὐρανοῦ, τόμον ἐπὶ χεῖρας βαστάζουσαν, ἔξωθέν τε καὶ ἔσωθεν ἐγγεγραμμένον. Ἔλεγε δὲ ἡ φανεῖσα θεία ἐκείνη πρὸς ἑαυτὴν παράταξις. Τίς ἄρα ὀφείλει τόνδε τὸν τόμον ἐγχειρισθῆναι; Ἐξ ὧν ἀποκριθέντες, οἱ μὲν τόνδε προέκριναν, οἱ δὲ τὸν, καὶ ἄλλοι ἕτερον, οὓς ὁ χρόνος ἐκεῖνος εἶχε λογάδας· Εἶτα μετὰ τὴν δοκιμὴν πάντας εἰπεῖν· «Ἀληθῶς ἅγιοι οὗτοι καὶ δοῦλοι Θεοῦ· πλὴν οὐ δύνανται τόνδε τὸν τόμον ἐγχειρισθῆναι.» Ὡς δὲ πολλοὺς τῶν τότε ἁγίων ἐπι μνησθέντες, ἐν αὐτοῖς οὐκ εὐδόκησαν· τέλος, συμφω νήσαντες εἶπον. Οὐδεὶς δύναται τοῦτον ἐγχειρισθῆναι τὸν τόμον, εἰ μὴ Ἐφραΐμ. Καὶ δὴ καὶ τοῦτο θεάσα σθαι ὁ βλέπων ἐκεῖνος λέγεται τοὺς θείους ἀγγέλους ἐπιδιδόντας τὸν τόμον τῷ Ἐφραΐμ· Ἀναστάντα ἐν νυχαλίᾳ εἰς Ἐκκλησίαν ἀφικέσθαι τὸν μυσταγωγη θέντα τὴν ὅρασιν, ἀκοῦσαι διδάσκοντος τοῦ Ἐφραῒμ ἐν λόγῳ δαψιλεῖ καὶ χάριτι ἠρτυμένῳ· τὴν δὲ ὁρα θεῖσαν ὀπτασίαν ἐκεῖνον ἐπικρίνοντα, δοξάσαι τε τὸν Θεὸν, καὶ τὴν δοθεῖσαν τῷ ἁγίῳ ἐκπλαγῆναι πλουσίαν τοῦ λόγου δωρεάν.

Τοσοῦτον γὰρ τὸ περιὸν αὐτῷ τῆς σοφίας κεχάριστο, ὡς ἀεννάους μὲν εἶναι τοὺς τῶν λόγων ὀχετούς· βραδεῖς δὲ πρὸς τὴν τῶν νοημάτων φανέρωσιν, οὐ τῇ τῆς γλώττης ναρκότητι, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων πυκνότητι· ὥστε τὴν γλῶσσαν ἶσον μὲν δύνασθαι τῷ τάχει τῶν παρ' ἄλλοις ἐνθυμημά των, ἧττον δὲ τῶν οἰκείων θεωρημάτων. ∆ιὸ καὶ αὐ τὸς περὶ ἑαυτοῦ ὁ μέγας πρεσβύτης Θεὸν ἐξαιτούμε νος, ἐπὶ τῇ ἀνοχῇ τῆς ἀκατασχέτου τῶν λογάδων δω ρεᾶς τοιαῦτα λέγεται φάναι· Ἄνες, ὦ